previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Χορός

990ἐν τοῖς τοιούτοις ἐστὶν προμηθία
καὶ τῷ λέγοντι καὶ κλύοντι σύμμαχος.

Χρυσόθεμις

καὶ πρίν γε φωνεῖν, γυναῖκες, εἰ φρενῶν
ἐτύγχαν᾽ αὕτη μὴ κακῶν, ἐσῴζετ᾽ ἂν
τὴν εὐλάβειαν, ὥσπερ οὐχὶ σῴζεται.
995ποῖ γάρ ποτ᾽ ἐμβλέψασα τοιοῦτον θράσος
αὐτή θ᾽ ὁπλίζει κἄμ᾽ ὑπηρετεῖν καλεῖς;
οὐκ εἰσορᾷς; γυνὴ μὲν οὐδ᾽ ἀνὴρ ἔφυς,
σθένεις δ᾽ ἔλασσον τῶν ἐναντίων χερί.
δαίμων δὲ τοῖς μὲν εὐτυχεῖ καθ᾽ ἡμέραν,
1000ἡμῖν δ᾽ ἀπορρεῖ κἀπὶ μηδὲν ἔρχεται.
τίς οὖν τοιοῦτον ἄνδρα βουλεύων ἑλεῖν
ἄλυπος ἄτης ἐξαπαλλαχθήσεται;
ὅρα κακῶς πράσσοντε μὴ μείζω κακὰ
κτησώμεθ᾽, εἴ τις τούσδ᾽ ἀκούσεται λόγους.
1005λύει γὰρ ἡμῖν οὐδὲν οὐδ᾽ ἐπωφελεῖ
βάξιν καλὴν λαβόντε δυσκλεῶς θανεῖν.
οὐ γὰρ θανεῖν ἔχθιστον, ἀλλ᾽ ὅταν θανεῖν
χρῄζων τις εἶτα μηδὲ τοῦτ᾽ ἔχῃ λαβεῖν.
ἀλλ᾽ ἀντιάζω, πρὶν πανωλέθρους τὸ πᾶν
1010ἡμᾶς τ᾽ ὀλέσθαι κἀξερημῶσαι γένος,
κατάσχες ὀργήν. καὶ τὰ μὲν λελεγμένα
ἄρρητ᾽ ἐγώ σοι κἀτελῆ φυλάξομαι,
αὐτὴ δὲ νοῦν σχὲς ἀλλὰ τῷ χρόνῳ ποτέ,
σθένουσα μηδὲν τοῖς κρατοῦσιν εἰκαθεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1894)
load focus English (Sir Richard Jebb, 1894)
hide References (2 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 757
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: