previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Χορός

ὥσπερ μ᾽ ἀραῖον ἔλαβες, ὧδ᾽, ἄναξ, ἐρῶ.
οὔτ᾽ ἔκτανον γὰρ οὔτε τὸν κτανόντ᾽ ἔχω
δεῖξαι. τὸ δὲ ζήτημα τοῦ πέμψαντος ἦν
Φοίβου τόδ᾽ εἰπεῖν, ὅστις εἴργασταί ποτε.

Οἰδίπους

280δίκαι᾽ ἔλεξας: ἀλλ᾽ ἀναγκάσαι θεοὺς
ἃν μὴ θέλωσιν οὐδ᾽ ἂν εἷς δύναιτ᾽ ἀνήρ.

Χορός

τὰ δεύτερ᾽ ἐκ τῶνδ᾽ ἂν λέγοιμ᾽ ἁμοὶ δοκεῖ.

Οἰδίπους

εἰ καὶ τρίτ᾽ ἐστί, μὴ παρῇς τὸ μὴ οὐ φράσαι.

Χορός

ἄνακτ᾽ ἄνακτι ταὔθ᾽ ὁρῶντ᾽ ἐπίσταμαι
285μάλιστα Φοίβῳ Τειρεσίαν, παρ᾽ οὗ τις ἂν
σκοπῶν τάδ᾽, ὦναξ, ἐκμάθοι σαφέστατα.

Οἰδίπους

ἀλλ᾽ οὐκ ἐν ἀργοῖς οὐδὲ τοῦτ᾽ ἐπραξάμην.
ἔπεμψα γὰρ Κρέοντος εἰπόντος διπλοῦς
πομπούς: πάλαι δὲ μὴ παρῶν θαυμάζεται.

Χορός

290καὶ μὴν τά γ᾽ ἄλλα κωφὰ καὶ παλαί᾽ ἔπη.

Οἰδίπους

τὰ ποῖα ταῦτα; πάντα γὰρ σκοπῶ λόγον.

Χορός

θανεῖν ἐλέχθη πρός τινων ὁδοιπόρων.

Οἰδίπους

ἤκουσα κἀγώ. τὸν δ᾽ ἰδόντ᾽ οὐδεὶς ὁρᾷ.

Χορός

ἀλλ᾽ εἴ τι μὲν δὴ δείματός γ᾽ ἔχει μέρος,
295τὰς σὰς ἀκούων οὐ μενεῖ τοιάσδ᾽ ἀράς,

Οἰδίπους

μή 'στι δρῶντι τάρβος, οὐδ᾽ ἔπος φοβεῖ.

Χορός

ἀλλ᾽ οὑξελέγξων αὐτὸν ἔστιν: οἵδε γὰρ
τὸν θεῖον ἤδη μάντιν ὧδ᾽ ἄγουσιν,
τἀληθὲς ἐμπέφυκεν ἀνθρώπων μόνῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Sir Richard Jebb, 1887)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: