Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Φιλοκτήτης
οἴμοι μοι, καί που πολιᾶς
πόντου θινὸς ἐφήμενος
1125ἐγγελᾷ, χερὶ πάλλων
τὰν ἐμὰν μελέου τροφάν,
τὰν οὐδείς ποτ᾽ ἐβάστασεν.
ὦ τόξον φίλον, ὦ φίλων
χειρῶν ἐκβεβιασμένον,
1130ἦ που ἐλεινὸν ὁρᾷς, φρένας εἴ τινας
ἔχεις, τὸν Ἡράκλειον
ἄρθμιον ὧδέ σοι
οὐκέτι χρησόμενον τὸ μεθύστερον,
ἄλλου δ᾽ ἐν μεταλλαγᾷ
1135πολυμηχάνου ἀνδρὸς ἐρέσσει,
ὁρῶν μὲν αἰσχρὰς ἀπάτας, στυγνὸν δὲ φῶτ᾽ ἐχθοδοπόν,
μυρί᾽, ἀπ᾽ αἰσχρῶν ἀνατέλλονθ᾽, ὃς ἐφ᾽ ἡμῖν κάκ᾽ ἐμήσατ᾽, ὦ Ζεῦ.
Χορός
1140ἀνδρός τοι τὰ μὲν ἔνδικ᾽ αἰὲν εἰπεῖν,
εἰπόντος δὲ μὴ φθονερὰν
ἐξῶσαι γλώσσας ὀδύναν.
κεῖνος δ᾽ εἷς ἀπὸ πολλῶν
ταχθεὶς τῶνδ᾽ ἐφημοσύνᾳ
1145κοινὰν ἤνυσεν ἐς φίλους ἀρωγάν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.