previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ὀδυσσεύς

καίτοι σ᾽ ἐάσω: τῷ δὲ σύμπαντι στρατῷ
λέξω τάδ᾽ ἐλθών, ὅς σε τιμωρήσεται.

Νεοπτόλεμος

1260ἐσωφρόνησας: κἂν τὰ λοίφ᾽ οὕτω φρονῇς,
ἴσως ἂν ἐκτὸς κλαυμάτων ἔχοις πόδα.
σὺ δ᾽, Ποίαντος παῖ, Φιλοκτήτην λέγω,
ἔξελθ᾽, ἀμείψας τάσδε πετρήρεις στέγας.

Φιλοκτήτης

τίς αὖ παρ᾽ ἄντροις θόρυβος ἵσταται βοῆς;
1265τί μ᾽ ἐκκαλεῖσθε; τοῦ κεχρημένοι, ξένοι;
ὤμοι: κακὸν τὸ χρῆμα. μῶν τί μοι νέα
πάρεστε πρὸς κακοῖσι πέμποντες κακά;

Νεοπτόλεμος

θάρσει: λόγους δ᾽ ἄκουσον οὓς ἥκω φέρων.

Φιλοκτήτης

δέδοικ᾽ ἔγωγε: καὶ τὰ πρὶν γὰρ ἐκ λόγων
1270καλῶν κακῶς ἔπραξα, σοῖς πεισθεὶς λόγοις.

Νεοπτόλεμος

οὔκουν ἔνεστι καὶ μεταγνῶναι πάλιν;

Φιλοκτήτης

τοιοῦτος ἦσθα τοῖς λόγοισι χὤτε μου
τὰ τόξ᾽ ἔκλεπτες, πιστός, ἀτηρὸς λάθρᾳ.

Νεοπτόλεμος

ἀλλ᾽ οὔ τι μὴν νῦν: βούλομαι δέ σου κλύειν,
1275πότερα δέδοκταί σοι μένοντι καρτερεῖν πλεῖν μεθ᾽ ἡμῶν;

Φιλοκτήτης
παῦε, μὴ λέξῃς πέρα:
μάτην γὰρ ἃν εἴπῃς γε πάντ᾽ εἰρήσεται.

Νεοπτόλεμος
οὕτω δέδοκται;

Φιλοκτήτης
καὶ πέρα γ᾽ ἴσθ᾽ λέγω.

Νεοπτόλεμος

ἀλλ᾽ ἤθελον μὲν ἄν σε πεισθῆναι λόγοις
ἐμοῖσιν: εἰ δὲ μή τι πρὸς καιρὸν λέγων κυρῶ, πέπαυμαι.

Φιλοκτήτης
πάντα γὰρ φράσεις μάτην.
οὐ γάρ ποτ᾽ εὔνουν τὴν ἐμὴν κτήσει φρένα,
ὅστις γ᾽ ἐμοῦ δόλοισι τὸν βίον λαβὼν
ἀπεστέρηκας, κᾆτα νουθετεῖς ἐμὲ
ἐλθών, ἀρίστου πατρὸς αἴσχιστος γεγώς.
1285ὄλοισθ᾽, Ἀτρεῖδαι μὲν μάλιστ᾽, ἔπειτα δὲ Λαρτίου παῖς καὶ σύ.

Νεοπτόλεμος
μὴ 'πεύξῃ πέρα:
δέχου δὲ χειρὸς ἐξ ἐμῆς βέλη τάδε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Sir Richard Jebb, 1898)
load focus English (Robert Torrance)
hide References (2 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 349
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: