Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἡρακλῆς
ἒ ἔ,
1005ἐᾶτέ μ᾽, ἐᾶτέ με δύσμορον ὕστατον,
ἐᾶθ᾽ ὕστατον εὐνᾶσθαι.
πᾷ πᾷ μου ψαύεις; ποῖ κλίνεις;
ἀπολεῖς μ᾽, ἀπολεῖς.
ἀνατέτροφας ὅ τι καὶ μύσῃ.
1010ἧπταί μου, τοτοτοῖ, ἥδ᾽ αὖθ᾽ ἕρπει. πόθεν ἔστ᾽, ὦ
πάντων Ἑλλάνων ἀδικώτατοι ἀνέρες, οὓς δὴ
πολλὰ μὲν ἐν πόντῳ κατά τε δρία πάντα καθαίρων
ὠλεκόμαν ὁ τάλας, καὶ νῦν ἐπὶ τῷδε νοσοῦντι
οὐ πῦρ, οὐκ ἔγχος τις ὀνήσιμον οὐκ ἐπιτρέψει;
ἒ ἔ,
1015οὐδ᾽ ἀπαράξαι κρᾶτα βίᾳ θέλει
μολὼν τοῦ στυγεροῦ; φεῦ φεῦ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.