previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ὕλλος

οἴμοι, πάτερ, τί δ᾽ εἶπας; οἷά μ᾽ εἴργασαι.

Ἡρακλῆς

ὁποῖα δραστέ᾽ ἐστίν: εἰ δὲ μή, πατρὸς
1205ἄλλου γενοῦ του μηδ᾽ ἐμὸς κληθῇς ἔτι.

Ὕλλος

οἴμοι μάλ᾽ αὖθις, οἷά μ᾽ ἐκκαλεῖ, πάτερ,
φονέα γενέσθαι καὶ παλαμναῖον σέθεν.

Ἡρακλῆς

οὐ δῆτ᾽ ἔγωγ᾽, ἀλλ᾽ ὧν ἔχω παιώνιον
καὶ μοῦνον ἰατῆρα τῶν ἐμῶν κακῶν.

Ὕλλος

1210καὶ πῶς ὑπαίθων σῶμ᾽ ἂν ἰῴμην τὸ σόν;

Ἡρακλῆς

ἀλλ᾽ εἰ φοβεῖ πρὸς τοῦτο, τἄλλα γ᾽ ἔργασαι.

Ὕλλος

φορᾶς γέ τοι φθόνησις οὐ γενήσεται.

Ἡρακλῆς

καὶ πυρᾶς πλήρωμα τῆς εἰρημένης;

Ὕλλος

ὅσον γ᾽ ἂν αὐτὸς μὴ ποτιψαύων χεροῖν:
1215τὰ δ᾽ ἄλλα πράξω κοὐ καμεῖ τοὐμὸν μέρος.

Ἡρακλῆς

ἀλλ᾽ ἀρκέσει καὶ ταῦτα: πρόσνειμαι δέ μοι
χάριν βραχεῖαν πρὸς μακροῖς ἄλλοις διδούς.

Ὕλλος

εἰ καὶ μακρὰ κάρτ᾽ ἐστίν, ἐργασθήσεται.

Ἡρακλῆς

τὴν Εὐρυτείαν οἶσθα δῆτα παρθένον;

Ὕλλος

1220Ἰόλην ἔλεξας, ὥς γ᾽ ἐπεικάζειν ἐμέ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Sir Richard Jebb, 1892)
load focus English (Robert Torrance)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: