Θεράπαινα
δέσποινα Δῃάνειρα, πολλὰ μέν σ᾽ ἐγὼ
50κατεῖδον ἤδη πανδάκρυτ᾽ ὀδύρματα
τὴν Ἡράκλειον ἔξοδον γοωμένην:
νῦν δ᾽, εἰ δίκαιον τοὺς ἐλευθέρους φρενοῦν
γνώμαισι δούλαις, κἀμὲ χρὴ φράσαι τὸ σόν:
πῶς παισὶ μὲν τοσοῖσδε πληθύεις, ἀτὰρ
55ἀνδρὸς κατὰ ζήτησιν οὐ πέμπεις τινά,
μάλιστα δ᾽ ὅνπερ εἰκὸς Ὕλλον, εἰ πατρὸς
νέμοι τιν᾽ ὤραν τοῦ καλῶς πράσσειν δοκεῖν;
ἐγγὺς δ᾽ ὅδ᾽ αὐτὸς ἀρτίπους θρῴσκει δόμους,
ὥστ᾽ εἴ τί σοι πρὸς καιρὸν ἐννέπειν δοκῶ,
60πάρεστι χρῆσθαι τἀνδρὶ τοῖς τ᾽ ἐμοῖς λόγοις.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.