Λίχας
620ἀλλ᾽ εἴπερ Ἑρμοῦ τήνδε πομπεύω τέχνην
βέβαιον, οὔ τι μὴ σφαλῶ γ᾽ ἐν σοί ποτε,
τὸ μὴ οὐ τόδ᾽ ἄγγος ὡς ἔχει δεῖξαι φέρων,
λόγων τε πίστιν ὧν λέγεις ἐφαρμόσαι.
Δηιάνειρα
στείχοις ἂν ἤδη: καὶ γὰρ ἐξεπίστασαι
625τά γ᾽ ἐν δόμοισιν ὡς ἔχοντα τυγχάνει.
Λίχας
ἐπίσταμαί τε καὶ φράσω σεσωσμένα.
Δηιάνειρα
ἀλλ᾽ οἶσθα μὲν δὴ καὶ τὰ τῆς ξένης ὁρῶν
προσδέγματ᾽, αὐτὴν ὡς ἐδεξάμην φίλως.
Λίχας
ὥστ᾽ ἐκπλαγῆναι τοὐμὸν ἡδονῇ κέαρ.
Δηιάνειρα
630τί δῆτ᾽ ἂν ἄλλο γ᾽ ἐννέποις; δέδοικα γὰρ
μὴ πρῲ λέγοις ἂν τὸν πόθον τὸν ἐξ ἐμοῦ,
πρὶν εἰδέναι τἀκεῖθεν εἰ ποθούμεθα.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.