previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ὕλλος

Ὕλλος

εἰ χρὴ μαθεῖν σε, πάντα δὴ φωνεῖν χρεών.
750ὅθ᾽ εἷρπε κλεινὴν Εὐρύτου πέρσας πόλιν,
νίκης ἄγων τροπαῖα κἀκροθίνια,
ἀκτή τις ἀμφίκλυστος Εὐβοίας ἄκρον
Κήναιόν ἐστιν, ἔνθα πατρῴῳ Διὶ
βωμοὺς ὁρίζει τεμενίαν τε φυλλάδα:
755οὗ νιν τὰ πρῶτ᾽ ἐσεῖδον ἄσμενος πόθῳ.
μέλλοντι δ᾽ αὐτῷ πολυθύτους τεύχειν σφαγὰς
κῆρυξ ἀπ᾽ οἴκων ἵκετ᾽ οἰκεῖος Λίχας,
τὸ σὸν φέρων δώρημα, θανάσιμον πέπλον:
ὃν κεῖνος ἐνδύς, ὡς σὺ προυξεφίεσο,
760ταυροκτονεῖ μὲν δώδεκ᾽ ἐντελεῖς ἔχων
λείας ἀπαρχὴν βοῦς: ἀτὰρ τὰ πάνθ᾽ ὁμοῦ
ἑκατὸν προσῆγε συμμιγῆ βοσκήματα.
καὶ πρῶτα μὲν δείλαιος ἵλεῳ φρενί,
κόσμῳ τε χαίρων καὶ στολῇ, κατηύχετο:
765ὅπως δὲ σεμνῶν ὀργίων ἐδαίετο
φλὸξ αἱματηρὰ κἀπὸ πιείρας δρυός,
ἱδρὼς ἀνῄει χρωτί, καὶ προσπτύσσεται
πλευραῖσιν ἀρτίκολλος, ὥστε τέκτονος,
χιτὼν ἅπαν κατ᾽ ἄρθρον: ἦλθε δ᾽ ὀστέων
770ἀδαγμὸς ἀντίσπαστος: εἶτα φοινίας
ἐχθρᾶς ἐχίδνης ἰὸς ὣς ἐδαίνυτο.
ἐνταῦθα δὴ 'βόησε τὸν δυσδαίμονα
Λίχαν, τὸν οὐδὲν αἴτιον τοῦ σοῦ κακοῦ,
ποίαις ἐνέγκοι τόνδε μηχαναῖς πέπλον:
775 δ᾽ οὐδὲν εἰδὼς δύσμορος τὸ σὸν μόνης
δώρημ᾽ ἔλεξεν, ὥσπερ ἦν ἐσταλμένον.
κἀκεῖνος ὡς ἤκουσε καὶ διώδυνος
σπαραγμὸς αὐτοῦ πλευμόνων ἀνθήψατο,
μάρψας ποδός νιν, ἄρθρον λυγίζεται,
780ῥιπτεῖ πρὸς ἀμφίκλυστον ἐκ πόντου πέτραν:
κόμης δὲ λευκὸν μυελὸν ἐκραίνει, μέσου
κρατὸς διασπαρέντος αἵματός θ᾽ ὁμοῦ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1902)
load focus English (Sir Richard Jebb, 1892)
load focus English (Robert Torrance)
hide References (2 total)
  • Commentary references to this page (2):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 338
    • R. G. Bury, The Symposium of Plato, 173C
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: