previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[29]

καὶ γὰρ δὴ καὶ τελέως ἄλογον, εἰ τὰς μὲν Αἰγυπτίους Θήβας ᾔδει σαφῶς, αἳ διέχουσι τῆς καθ᾽ ἡμᾶς θαλάττης σταδίους μικρὸν ἀπολείποντας ἀπὸ τῶν πεντακισχιλίων, τὸν δὲ μυχὸν τοῦ Ἀραβίου κόλπου μὴ ᾔδει, μηδὲ τὸν ἰσθμὸν τὸν κατ᾽ αὐτόν, πλάτος ἔχοντα οὐ πλειόνων χιλίων σταδίων: πολὺ δ᾽ ἂν ἀλογώτερον δόξειεν, εἰ τὸν μὲν Νεῖλον ᾔδει ὁμωνύμως τῇ τοσαύτῃ χώρᾳ λεγόμενον, τὴν δ᾽ αἰτίαν μὴ ἑώρα τούτου: μάλιστα γὰρ ἂν προσπίπτοι τὸ ῥηθὲν ὑφ᾽ Ἡροδότου διότι δῶρον ἦν χώρα τοῦ ποταμοῦ καὶ διὰ τοῦτο ἠξιοῦτο τοῦ αὐτοῦ ὀνόματος. ἄλλως τε τῶν παρ᾽ ἑκάστοις ἰδίων ταῦτ᾽ ἐστὶ γνωριμώτατα, καὶ παραδοξίαν ἔχει τινά, καὶ ἐν τῷ φανερῷ πᾶσίν ἐστι: τοιοῦτον δ᾽ ἐστὶ καὶ τοῦ Νείλου ἀνάβασις καὶ πρόσχωσις τοῦ πελάγους. καὶ καθάπερ οἱ προσαχθέντες πρὸς τὴν Αἴγυπτον οὐδὲν πρότερον ἱστοροῦσι περὶ τῆς χώρας, τὴν τοῦ Νείλου φύσιν διὰ τὸ τοὺς ἐπιχωρίους μήτε καινότερα τούτων λέγειν ἔχειν πρὸς ἄνδρας ξένους, μήτ᾽ ἐπιφανέστερα περὶ τῶν παρ᾽ αὐτοῖς: τῷ γὰρ ἱστορήσαντι περὶ τοῦ ποταμοῦ κατάδηλος καὶ χώρα γίνεται πᾶσα ὁποία τίς ἐστιν: οὕτω καὶ οἱ πόρρωθεν ἀκούοντες οὐδὲν πρότερον ἱστοροῦσι τούτου. προστίθει οὖν τούτῳ καὶ τὸ φιλείδημον τοῦ ποιητοῦ καὶ τὸ φιλέκδημον, ὅπερ αὐτῷ μαρτυροῦσιν ὅσοι τὸν βίον ἀναγράφουσι, καὶ ἐξ αὐτῶν δὲ λαμβάνεται τῶν ποιημάτων πολλὰ παραδείγματα τοῦ τοιούτου. οὗτος μὲν οὖν ἐκ πλεόνων ἐλέγχεται καὶ εἰδὼς καὶ λέγων ῥητῶς τὰ ῥητὰ καὶ σιγῶν τὰ λίαν ἐκφανῆ ἐπιθέτως λέγων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: