previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[34]

περὶ δὲ τῶν Ἐρεμβῶν πολλὰ μὲν εἴρηται, πιθανώτατοι δ᾽ εἰσὶν οἱ νομίζοντες τοὺς Ἄραβας λέγεσθαι. Ζήνων δ᾽ ἡμέτερος καὶ γράφει οὕτωςΑἰθίοπάς θ᾽ ἱκόμην καὶ Σιδονίους Ἄραβάς τε.’ τὴν μὲν οὖν γραφὴν οὐκ ἀνάγκη κινεῖν παλαιὰν οὖσαν: αἰτιᾶσθαι δὲ βέλτιον τὴν τοῦ ὀνόματος μετάπτωσιν πολλὴν καὶ ἐπιπολαίαν οὖσαν ἐν πᾶσι τοῖς ἔθνεσιν. ἀμέλει δὲ καὶ ποιοῦσί τινες παραγραμματίζοντες. ἄριστα δ᾽ ἂν δόξειεν εἰπεῖν Ποσειδώνιος κἀνταῦθα ἀπὸ τῆς τῶν ἐθνῶν συγγενείας καὶ κοινότητος ἐτυμολογῶν. τὸ γὰρ τῶν Ἀρμενίων ἔθνος καὶ τὸ τῶν Σύρων καὶ Ἀράβων πολλὴν ὁμοφυλίαν ἐμφαίνει κατά τε τὴν διάλεκτον καὶ τοὺς βίους καὶ τοὺς τῶν σωμάτων χαρακτῆρας, καὶ μάλιστα καθὸ πλησιόχωροί εἰσι. δηλοῖ δ᾽ Μεσοποταμία ἐκ τῶν τριῶν συνεστῶσα τούτων ἐθνῶν: μάλιστα γὰρ ἐν τούτοις ὁμοιότης διαφαίνεται. εἰ δέ τις παρὰ τὰ κλίματα γίνεται διαφορὰ τοῖς προσβόρροις [p. 54] ἐπὶ πλέον πρὸς τοὺς μεσημβρινοὺς καὶ τούτοις πρὸς μέσους τοὺς ὅρους, ἀλλ᾽ ἐπικρατεῖ γε τὸ κοινόν. καὶ οἱ Ἀσσύριοι δὲ καὶ οἱ Ἀριανοὶ παραπλησίως πως ἔχουσι καὶ πρὸς τούτους καὶ πρὸς ἀλλήλους. εἰκάζει γε δὴ καὶ τὰς τῶν ἐθνῶν τούτων κατονομασίας ἐμφερεῖς ἀλλήλαις εἶναι. τοὺς γὰρ ὑφ᾽ ἡμῶν Σύρους καλουμένους ὑπ᾽ αὐτῶν τῶν Σύρων Ἀραμμαίους καλεῖσθαι: τούτῳ δ᾽ ἐοικέναι τοὺς Ἀρμενίους καὶ τοὺς Ἄραβας καὶ Ἐρεμβούς, τάχα τῶν πάλαι Ἑλλήνων οὕτω καλούντων τοὺς Ἄραβας, ἅμα καὶ τοῦ ἐτύμου συνεργοῦντος πρὸς τοῦτο. ἀπὸ γὰρ τοῦ εἰς τὴν ἔραν ἐμβαίνειν τοὺς Ἐρεμβοὺς ἐτυμολογοῦσιν οὕτως οἱ πολλοί, οὓς μεταλαβόντες οἱ ὕστερον ἐπὶ τὸ σαφέστερον Τρωγλοδύτας ἐκάλεσαν: οὗτοι δέ εἰσιν Ἀράβων οἱ ἐπὶ θάτερον μέρος τοῦ Ἀραβίου κόλπου κεκλιμένοι, τὸ πρὸς Αἰγύπτῳ καὶ Αἰθιοπίᾳ. τούτων δ᾽ εἰκὸς μεμνῆσθαι τὸν ποιητὴν καὶ πρὸς τούτους ἀφῖχθαι λέγειν τὸν Μενέλαον, καθ᾽ ὃν τρόπον εἴρηται καὶ πρὸς τοὺς Αἰθίοπας: τῇ γὰρ Θηβαΐδι καὶ οὗτοι πλησιάζουσιν: ὁμοίως οὐκ ἐργασίας οὐδὲ χρηματισμοῦ χάριν τούτων ὀνομαζομένωνοὐ πολὺ γὰρ ἦν τοῦτο), ἀλλὰ τοῦ μήκους τῆς ἀποδημίας καὶ τοῦ ἐνδόξου: ἔνδοξον γὰρ τοσοῦτον ἐκτοπίσαι. τοιοῦτον δὲ καὶ τὸπολλῶν ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω,’ καὶ τὸ γὰρ πολλὰ παθὼν καὶ πόλλ᾽ ἐπαληθεὶς ἠγαγόμην.’ Ἡσίοδος δ᾽ ἐν Καταλόγῳ φησίκαὶ κούρην Ἀράβοιο, τὸν Ἑρμάων ἀκάκητα γείνατο καὶ Θρονίη, κούρη Βήλοιο ἄνακτος.’ οὕτω δὲ καὶ Στησίχορος λέγει. εἰκάζειν οὖν ἐστιν ὅτι ἀπὸ τούτου καὶ χώρα Ἀραβία ἤδη τότε ὠνομάζετο, κατὰ δὲ τοὺς ἥρωας τυχὸν ἴσως οὔπω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: