previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[40]

τοιαύταις δή τισιν ἀφορμαῖς ποιητὴς χρησάμενος τὰ μὲν ὁμολογεῖ τοῖς ἱστορουμένοις, προσμυθεύει δὲ τούτοις, ἔθος τι φυλάττων καὶ κοινὸν καὶ ἴδιον. ὁμολογεῖ μέν, ὅταν Αἰήτην ὀνομάζῃ, καὶ τὸν Ἰάσονα καὶ τὴν Ἀργὼ λέγῃ, καὶ παρὰ τὴν Αἶαν τὴν Αἰαίην πλάττῃ, καὶ τὸν Εὔνεων ἐν Λήμνῳ καθιδρύῃ, καὶ ποιῇ τῷ Ἀχιλλεῖ φίλην τὴν νῆσον, καὶ παρὰ τὴν Μήδειαν τὴν Κίρκην φαρμακίδα ποιῇαὐτοκασιγνήτην ὀλοόφρονος Αἰήταο:’ προσμυθοποιεῖ δὲ τὸν ἐξωκεανισμὸν τὸν κατὰ τὴν πλάνην συμβάντα τὴν ἀπ᾽ ἐκείνου τοῦ πλοῦ. ἐπεὶ κἀκεῖνο ὑποκειμένων μὲν τούτων εὖ λέγεταιἈργὼ πασιμέλουσα,’ ὡς ἐν γνωρίμοις τόποις καὶ εὐανδροῦσι τῆς ναυστολίας γενομένης: εἰ δ᾽, ὥσπερ Σκήψιός φησι παραλαβὼν μάρτυρα Μίμνερμον, ὃς ἐν τῷ ὠκεανῷ ποιήσας τὴν οἴκησιν τοῦ Αἰήτου πρὸς ταῖς ἀνατολαῖς ἐκτὸς πεμφθῆναί φησιν ὑπὸ τοῦ Πελίου τὸν Ἰάσονα καὶ κομίσαι τὸ δέρος, οὔτ᾽ ἂν ἐπὶ τὸ δέρος ἐκεῖσε πομπὴ πιθανῶς λέγοιτο εἰς ἀγνῶτας καὶ ἀφανεῖς τόπους, οὔθ᾽ δι᾽ ἐρήμων καὶ ἀοίκων καὶ καθ᾽ ἡμᾶς τοσοῦτον ἐκτετοπισμένων πλοῦς οὔτ᾽ ἔνδοξος οὔτε πασιμέλων.1

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: