previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[19]

῾η δὲ Ἄντισσα νῆσος ἦν πρότερον, ὡς Μυρσίλος φησί: τῆς δὲ Λέσβου καλουμένης πρότερον Ἴσσης, καὶ τὴν νῆσον Ἄντισσαν καλεῖσθαι συνέβη: νῦν δὲ τῆς Λέσβου πόλις ἐστίν. οἱ δὲ καὶ τὴν Λέσβον τῆς Ἴδης ἀπερρωγέναι πεπιστεύκασι, καθάπερ τὴν Προχύτην καὶ τὴν Πιθηκοῦσσαν τοῦ Μισηνοῦ, τὰς δὲ Καπρέας τοῦ Ἀθηναίου, τὴν Σικελίαν δὲ τῆς Ῥηγίνης, τὴν Ὄσσαν δὲ τοῦ Ὀλύμπου. γεγόνασι δὲ καὶ περὶ ταῦτα τοιαῦται μεταβολαί. καὶ Λάδων δὲ ἐν Ἀρκαδίᾳ ἐπέσχε ποτὲ τὸ ῥεῦμα. Δοῦρις δὲ τὰς Ῥάγας τὰς κατὰ Μηδίαν ὠνομάσθαι φησὶν ὑπὸ σεισμῶν ῥαγείσης τῆς περὶ τὰς Κασπίους πύλας γῆς, ὥστε ἀνατραπῆναι πόλεις συχνὰς καὶ κώμας καὶ ποταμοὺς ποικίλας μεταβολὰς δέξασθαι. Ἴων δὲ περὶ τῆς Εὐβοίας φησὶν ἐν Ὀμφάλῃ ΣατύροιςΕὐβοΐδα μὲν γῆν λεπτὸς εὐρίπου κλύδων Βοιωτίας ἐχώρισ᾽, ἀκτὴν ἐκτεμὼν προβλῆτα πορθμῷ.” [p. 79]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: