previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[22]

᾿επάνιμεν δ᾽ ἐπὶ τὰ ἑξῆς ἀφ᾽ ὧν παρέβημεν. τοῦ γὰρ Ἡροδότου μηδένας ὑπερβορείους εἶναι φήσαντος, μηδὲ γὰρ ὑπερνοτίους, γελοίαν φησὶν εἶναι τὴν ἀπόδειξιν καὶ ὁμοίαν Ἐρατοσθένης τῷ σοφίσματι τούτῳ, εἴ τις λέγοι μηδένας εἶναι ἐπιχαιρεκάκους, μηδὲ γὰρ ἐπιχαιραγάθους. κατὰ τύχην τε εἶναι καὶ ὑπερνοτίους: κατὰ γοῦν τὴν Αἰθιοπίαν μὴ πνεῖν νότον, ἀλλὰ κατωτέρω. θαυμαστὸν δ᾽ εἰ καθ᾽ ἕκαστον κλίμα πνέοντος ἀνέμου καὶ πανταχοῦ τοῦ ἀπὸ μεσημβρίας νότου προσαγορευομένου, ἔστι τις οἴκησις ἐν τοῦτο μὴ συμβαίνει. τοὐναντίον γὰρ οὐ μόνον Αἰθιοπία ἔχοι ἂν τὸν καθ᾽ ἡμᾶς νότον, ἀλλὰ καὶ ἀνωτέρω πᾶσα μέχρι τοῦ ἰσημερινοῦ. εἰ δ᾽ ἄρα, τοῦ Ἡροδότου τοῦτ᾽ ἐχρῆν αἰτιᾶσθαι, ὅτι τοὺς ὑπερβορείους τούτους ὑπέλαβε λέγεσθαι, παρ᾽ οἷς βορέας οὐ πνεῖ. καὶ γὰρ εἰ οἱ ποιηταὶ μυθικώτερον οὕτω φασίν, οἵ γ᾽ ἐξηγούμενοι τὸ ὑγιὲς ἂν ἀκούσαιεν, ὑπερβορείους τοὺς βορειοτάτους λέγεσθαι. ὅρος δὲ τῶν μὲν βορείων πόλος, τῶν δὲ νοτίων ἰσημερινός: καὶ τῶν ἀνέμων δ᾽ αὐτὸς ὅρος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: