previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[7]

ταῦτα δὲ δεῖ μεταφέρειν καὶ ἐπὶ τὴν ὅλην τὴν καθ᾽ ἡμᾶς θάλατταν καὶ τὴν ἐκτός, μὴ ἐν τοῖς ἐδάφεσι καὶ ταῖς ἐπικλίσεσιν αὐτῶν τὴν αἰτίαν τοῦ ἔκρου τιθεμένους, ἀλλ᾽ ἐν τοῖς ποταμοῖς: ἐπεὶ οὐκ ἀπίθανον κατ᾽ αὐτούς, οὐδ᾽ εἰ τὴν ὅλην θάλατταν τὴν ἡμετέραν λίμνην πρότερον εἶναι συνέβαινε πληρουμένην ὑπὸ τῶν ποταμῶν, ἐπιπολάσασαν ἐκπεσεῖν ἔξω διὰ τῶν κατὰ στήλας στενῶν ὡς ἐκ καταράκτου, ἐπαυξομένην δ᾽ ἀεὶ καὶ μᾶλλον τὴν θάλατταν σύρρουν γενέσθαι ὑπ᾽ αὐτῆς τῷ χρόνῳ καὶ συνδραμεῖν εἰς μίαν ἐπιφάνειαν, ἐκθαλαττωθῆναι δὲ διὰ τὴν ἐπικράτειαν. οὐ φυσικὸν δ᾽ ὅλως τὸ τοῖς ποταμοῖς εἰκάζειν τὴν θάλατταν: οἱ μὲν γὰρ φέρονται κατὰ ἐπικλινὲς ῥεῖθρον, δὲ ἀκλινὴς ἕστηκεν. οἱ δὲ πορθμοὶ ῥευματίζονται κατ᾽ ἄλλον τρόπον, οὐ διὰ τὸ τὴν ἰλὺν τὴν ἐκ τῶν ποταμῶν προσχοῦν τὸν τοῦ πελάγους βυθόν: γὰρ πρόσχωσις περὶ αὐτὰ συνίσταται τὰ στόματα τῶν ποταμῶν, οἷον περὶ μὲν τὰ τοῦ Ἴστρου τὰ λεγόμενα στήθη καὶ Σκυθῶν ἐρημία καὶ Σαλμυδησσός, καὶ ἄλλων χειμάρρων συνεργούντων πρὸς τοῦτο, περὶ δὲ τὰ τοῦ Φάσιδος Κολχικὴ παραλία δίαμμος καὶ ταπεινὴ καὶ μαλακὴ οὖσα, περὶ δὲ τὸν Θερμώδοντα καὶ τὸν Ἶριν ὅλη Θεμίσκυρα, τὸ τῶν Ἀμαζόνων πεδίον, καὶ τῆς Σιδηνῆς τὸ πλέον: οὕτω δὲ καὶ ἐπὶ τῶν ἄλλων. ἅπαντες γὰρ μιμοῦνται τὸν Νεῖλον ἐξηπειροῦντες τὸν πρὸ αὐτῶν πόρον, οἱ μὲν μᾶλλον οἱ δὲ ἧττον: ἧττον μὲν οἱ μὴ πολλὴν καταφέροντες τὴν ἰλύν, μᾶλλον δὲ οἱ πολλήν τε καὶ μαλακόγειον χώραν ἐπιόντες καὶ χειμάρρους δεχόμενοι πολλούς, ὧν ἐστι καὶ Πύραμος τῇ Κιλικίᾳ πολὺ μέρος προσθείς, ἐφ᾽ οὗ καὶ λόγιον ἐκπέπτωκέ [p. 69] τι τοιοῦτονἔσσεται ἐσσομένοις, ὅτε Πύραμος ἀργυροδίνης ἠιόνα προχέων ἱερὴν ἐς Κύπρον ἵκηται.’ ἐκ μέσων γὰρ τῶν τῆς Καταονίας πεδίων ἐνεχθεὶς πλωτὸς καὶ διεκπαισάμενος διὰ τῶν τοῦ Ταύρου στενῶν εἰς τὴν Κιλικίαν ἐκδίδωσιν εἰς τὸν πρὸ ταύτης τε καὶ τῆς Κύπρου πόρον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: