previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[10] Ἐρέτριαν δ᾽ οἱ μὲν ἀπὸ Μακίστου τῆς Τριφυλίας ἀποικισθῆναί φασιν ὑπ᾽ Ἐρετριέως, οἱ δ᾽ ἀπὸ τῆς Ἀθήνησιν Ἐρετρίας, νῦν ἐστὶν ἀγορά: ἔστι δὲ καὶ [p. 631] περὶ Φάρσαλον Ἐρέτρια, ἱερὰ τοῦ Ἀπόλλωνος. Ἀδμήτου δ᾽ ἵδρυμα λέγεται τὸ ἱερόν, παρ᾽ θητεῦσαι λέγουσι τὸν θεὸν ἐνιαυτόν, πλησίον τοῦ πορθμοῦ. Μελανηὶς δ᾽ ἐκαλεῖτο πρότερον Ἐρέτρια καὶ Ἀρότρια: ταύτης δ᾽ ἐστὶ κώμη Ἀμάρυνθος ἀφ᾽ ἑπτὰ σταδίων τοῦ τείχους. τὴν μὲν οὖν ἀρχαίαν πόλιν κατέσκαψαν Πέρσαι, σαγηνεύσαντες, ὥς φησιν Ἡρόδοτος, τοὺς ἀνθρώπους τῷ πλήθει, περιχυθέντων τῶν βαρβάρων τῷ τείχει: καὶ δεικνύουσιν ἔτι τοὺς θεμελίους, καλοῦσι δὲ παλαιὰν Ἐρέτριαν, δὲ νῦν ἐπέκτισται. τὴν δὲ δύναμιν τὴν Ἐρετριέων ἣν ἔσχον ποτὲ μαρτυρεῖ στήλη, ἣν ἀνέθεσάν ποτε ἐν τῷ ἱερῷ τῆς Ἀμαρυνθίας Ἀρτέμιδος: γέγραπται δ᾽ ἐν αὐτῇ τρισχιλίοις μὲν ὁπλίταις ἑξακοσίοις δ᾽ ἱππεῦσιν ἑξήκοντα δ᾽ ἅρμασι ποιεῖν τὴν πομπήν: ἐπῆρχον δὲ καὶ Ἀνδρίων καὶ Τηνίων καὶ Κείων καὶ ἄλλων νήσων. ἐποίκους δ᾽ ἔσχον ἀπ᾽ Ἤλιδος, ἀφ᾽ οὗ καὶ τῷ γράμματι τῷ ῥῶ πολλῷ χρησάμενοι οὐκ ἐπὶ τέλει μόνον τῶν ῥημάτων ἀλλὰ καὶ ἐν μέσῳ κεκωμῴδηνται. ἔστι δὲ καὶ Οἰχαλία κώμη τῆς Ἐρετρικῆς, λείψανον τῆς ἀναιρεθείσης πόλεως ὑπὸ Ἡρακλέους, ὁμώνυμος τῇ Τραχινίᾳ καὶ τῇ περὶ Τρίκκην καὶ τῇ Ἀρκαδικῇ, ἣν Ἀνδανίαν οἱ ὕστερον ἐκάλεσαν, καὶ τῇ ἐν Αἰτωλίᾳ περὶ τοὺς Εὐρυτᾶνας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (3 total)
  • Commentary references to this page (1):
    • E. T. Merrill, Commentary on Catullus, 64
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: