previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[13] οἱ δ᾽ Εὐβοεῖς ἀγαθοὶ πρὸς μάχην ὑπῆρξαν τὴν σταδίαν, καὶ συστάδην λέγεται καὶ ἐκ χειρός. δόρασι δ᾽ ἐχρῶντο τοῖς ὀρεκτοῖς, ὥς φησιν ποιητήςαἰχμηταὶ μεμαῶτες ὀρεκτῇσι μελίῃσι
θώρηκας ῥήσσειν.
1 ἀλλοίων ἴσως ὄντων τῶν παλτῶν, οἵαν εἰκὸς εἶναι τὴν Πηλιάδα μελίην ἥν, ὥς φησιν ποιητήςοἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς
2καὶ εἰπώνδουρὶ δ᾽ ἀκοντίζω, ὅσον οὐκ ἄλλος τις ὀιστῷ,
3τῷ παλτῷ λέγει δόρατι. καὶ οἱ μονομαχοῦντες τοῖς παλτοῖς χρώμενοι δόρασιν εἰσάγονται πρότερον, εἶτα ἐπὶ τὰ ξίφη βαδίζοντες: ἀγχέμαχοι δ᾽ εἰσὶν οὐχ οἱ ξίφει χρώμενοι μόνον, ἀλλὰ καὶ δόρατι ἐκ χειρός, ὥς φησινοὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα.
4τοὺς μὲν οὖν Εὐβοέας τούτῳ τῷ τρόπῳ χρωμένους εἰσάγει, περὶ δὲ Λοκρῶν τἀναντία λέγει ὡςοὔ σφιν σταδίης ὑσμίνης ἔργα μέμηλεν,
ἀλλ᾽ ἄρα τόξοισι καὶ ἐυστρόφῳ οἰὸς ἀώτῳ
Ἴλιον εἰς ἅμ᾽ ἕποντο.
5περιφέρεται δὲ καὶ χρησμὸς ἐκδοθεὶς [p. 633] Αἰγιεῦσινἵππον Θεσσαλικόν, Λακεδαιμονίαν δὲ γυναῖκα,
ἄνδρας θ᾽ οἳ πίνουσιν ὕδωρ ἱερῆς Ἀρεθούσης,
τοὺς Χαλκιδέας λέγων ὡς ἀρίστους: ἐκεῖ γὰρ Ἀρέθουσα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: