Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[10] Κεφαλλῆνας δὲ νῦν μὲν τοὺς ἐκ τῆς νήσου τῆς Κεφαλληνίας λέγουσιν, Ὅμηρος δὲ πάντας τοὺς ὑπὸ τῷ Ὀδυσσεῖ, ὧν εἰσι καὶ οἱ Ἀκαρνᾶνες: εἰπὼν γάρ“ αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας,
οἵ ῥ᾽ Ἰθάκην εἶχον [p. 638] καὶ Νήριτον εἰνοσίφυλλον
”1(τὸ ἐν ταύτῃ ὄρος ἐπιφανές, ὡς καί“ οἳ δ᾽ ἐκ Δουλιχίοιο Ἐχινάων θ᾽ ἱεράων
”2 καὶ αὐτοῦ τοῦ Δουλιχίου τῶν Ἐχινάδων ὄντος: καί“ οἳ δ᾽ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα
”3καὶ τοῦ Βουπρασίου ἐν Ἤλιδι ὄντος: καί“ οἳ δ᾽ Εὔβοιαν ἔχον καὶ Χαλκίδα τ᾽ Εἰρέτριάν τε
”4καὶ τούτων ἐν Εὐβοίᾳ οὐσῶν: καί“ Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι
”5ὡς καὶ ἐκείνων Τρώων ὄντων): πλὴν μετά γε Νήριτον φησί“ καὶ Κροκύλει᾽ ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν,
οἵ τε Ζάκυνθον ἔχον ἠδ᾽ οἳ Σάμον ἀμφενέμοντο,
οἵ τ᾽ ἤπειρον ἔχον ἠδ᾽ ἀντιπέραι᾽ ἐνέμοντο.
”6ἤπειρον μὲν οὖν τὰ ἀντιπέρα τῶν νήσων βούλεται λέγειν, ἅμα τῇ Λευκάδι καὶ τὴν ἄλλην Ἀκαρνανίαν συμπεριλαβεῖν βουλόμενος, περὶ ἧς καὶ οὕτω λέγει“ δώδεκ᾽ ἐν ἠπείρῳ ἀγέλαι, τόσα πώεα μήλων,
”7τάχα τῆς Ἠπειρώτιδος τὸ παλαιὸν μέχρι δεῦρο διατεινούσης καὶ ὀνόματι κοινῷ ἠπείρου λεγομένης: Σάμον δὲ τὴν νῦν Κεφαλληνίαν, ὡς καὶ ὅταν φῇ“ ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης.
”8τῷ γὰρ ἐπιθέτῳ τὴν ὁμωνυμίαν διέσταλται, ὡς οὐκ ἐπὶ τῆς πόλεως ἀλλ᾽ ἐπὶ τῆς νήσου τιθεὶς τοὔνομα. τετραπόλεως γὰρ οὔσης τῆς νήσου μία τῶν τεττάρων ἐστὶν ἡ καὶ Σάμος καὶ Σάμη καλουμένη καθ᾽ ἑκάτερον τοὔνομα, ὁμωνυμοῦσα τῇ νήσῳ. ὅταν δ᾽ εἴπῃ“ ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι
Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
”9τῶν νήσων ἀριθμὸν ποιῶν δῆλός ἐστι καὶ Σάμην καλῶν τὴν νῆσον, ἣν πρότερον Σάμον ἐκάλεσεν. Ἀπολλόδωρος δὲ τοτὲ μὲν τῷ ἐπιθέτῳ λέγων διεστάλθαι τὴν ἀμφιβολίαν εἰπόντα“ Σάμοιό τε παιπαλοέσσης,
”10ὡς τὴν νῆσον λέγοντα, τοτὲ δὲ γράφεσθαι δεῖν“ Δουλιχίῳ τε Σάμῳ τε
”11ἀλλὰ μή ‘Σάμῃ τε’ δῆλός ἐστι τὴν μὲν πόλιν Σάμην καὶ Σάμον συνωνύμως ὑπολαμβάνων [p. 639] ἐκφέρεσθαι, τὴν δὲ νῆσον Σάμον μόνον: ὅτι γὰρ Σάμη λέγεται ἡ πόλις δῆλον εἶναι ἔκ τε τοῦ διαριθμούμενον τοὺς ἐξ ἑκάστης πόλεως μνηστῆρας φάναι“ ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσι φῶτες ἔασι,
”12καὶ ἐκ τοῦ περὶ τῆς Κτιμένης λόγου“ τὴν μὲν ἔπειτα Σάμηνδ᾽ ἔδοσαν.
”13ἔχει δὲ ταῦτα λόγον. οὐ γὰρ εὐκρινῶς ἀποδίδωσιν ὁ ποιητὴς οὔτε περὶ τῆς Κεφαλληνίας οὔτε περὶ τῆς Ἰθάκης καὶ τῶν ἄλλων πλησίον τόπων, ὥστε καὶ οἱ ἐξηγούμενοι διαφέρονται καὶ οἱ ἱστοροῦντες.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.