previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[8]

ἐπεὶ δὲ δι᾽ ὁμωνυμίαν τῶν Κουρήτων καὶ οἱ ἱστορικοὶ συνήγαγον εἰς ἓν τὰ ἀνόμοια, οὐδ᾽ ἂν αὐτὸς ὀκνήσαιμ᾽ ἂν εἰπεῖν περὶ αὐτῶν ἐπὶ πλέον ἐν παραβάσει, προσθεὶς τὸν οἰκεῖον τῇ ἱστορίᾳ φυσικὸν λόγον. καίτοι τινὲς καὶ συνοικειοῦν βούλονται ταῦτ᾽ ἐκείνοις, καὶ τυχὸν ἴσως ἔχονταί τινος πιθανοῦ: θηλυστολοῦντας γὰρ ὡς αἱ κόραι τοὔνομα σχεῖν τοῦτο τοὺς περὶ τὴν Αἰτωλίαν φασίν: εἶναι γὰρ καί τινα τοιοῦτον ζῆλον ἐν τοῖς Ἕλλησι, καὶ Ἰάονας ἑλκεχίτωνας εἰρῆσθαι, καὶ τοὺς περὶ Λεωνίδαν κτενιζομένους, ὅτ᾽ ἐξῄεσαν εἰς τὴν μάχην, καταφρονηθῆναι λέγουσιν ὑπὸ τῶν Περσῶν, ἐν δὲ τῇ μάχῃ θαυμασθῆναι. ἁπλῶς δ᾽ περὶ τὰς κόμας φιλοτεχνία συνέστηκε περί τε θρέψιν καὶ κουρὰν τριχός, ἄμφω δὲ κόραις καὶ κόροις ἐστὶν οἰκεῖα, ὥστε πλεοναχῶς τὸ ἐτυμολογεῖν τοὺς Κουρῆτας ἐν εὐπόρῳ κεῖται. εἰκὸς δὲ καὶ τὴν ἐνόπλιον ὄρχησιν ὑπὸ τῶν ἠσκημένων [p. 657] οὕτω περὶ κόμην καὶ στολὴν πρῶτον εἰσαχθεῖσαν, ἐκείνων Κουρήτων καλουμένων, παρασχεῖν πρόφασιν καὶ τοῖς στρατιωτικωτέροις ἑτέρων καὶ τὸν βίον ἐνόπλιον ἔχουσιν, ὥσθ᾽ ὁμωνύμως καὶ αὐτοὺς Κουρῆτας λεχθῆναι, τοὺς ἐν Εὐβοίᾳ λέγω καὶ Αἰτωλίᾳ καὶ Ἀκαρνανίᾳ. καὶ Ὅμηρος δὲ τοὺς νέους στρατιώτας οὕτω προσηγόρευσεκρινάμενος κούρητας ἀριστῆας Παναχαιῶν,
δῶρα θοῆς παρὰ νηὸς ἐνεγκεῖν, ὅσσ᾽ Ἀχιλῆι
χθιζοὶ ὑπέστημεν
1καὶ πάλινδῶρα φέρον κούρητες Ἀχαιοί.
2 περὶ μὲν οὖν τῆς τῶν Κουρήτων ἐτυμολογίας ταῦτα3.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: