previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[11]

τῶν Μαιωτῶν δ᾽ εἰσὶν αὐτοί τε οἱ Σινδοὶ καὶ Δανδάριοι καὶ Τορέται καὶ Ἄγροι καὶ Ἀρρηχοί, ἔτι δὲ Τάρπητες Ὀβιδιακηνοὶ Σιττακηνοὶ Δόσκοι, ἄλλοι πλείους: τούτων δ᾽ εἰσὶ καὶ οἱ Ἀσπουργιανοὶ μεταξὺ Φαναγορείας οἰκοῦντες καὶ Γοργιπίας ἐν πεντακοσίοις σταδίοις, οἷς ἐπιθέμενος Πολέμων βασιλεὺς ἐπὶ προσποιήσει φιλίας οὐ λαθὼν ἀντεστρατηγήθη καὶ ζωγρίᾳ ληφθεὶς ἀπέθανε. τῶν τε συμπάντων Μαιωτῶν τῶν Ἀσιανῶν οἱ μὲν ὑπήκουον τῶν τὸ ἐμπόριον ἐχόντων τὸ ἐν τῷ Τανάιδι οἱ δὲ τῶν Βοσπορανῶν: τοτὲ δ᾽ [p. 696] ἀφίσταντο ἄλλοτ᾽ ἄλλοι. πολλάκις δ᾽ οἱ τῶν Βοσπορανῶν ἡγεμόνες καὶ τὰ μέχρι τοῦ Τανάιδος κατεῖχον καὶ μάλιστα οἱ ὕστατοι, Φαρνάκης καὶ Ἄσανδρος καὶ Πολέμων. Φαρνάκης δέ ποτε καὶ τὸν Ὕπανιν τοῖς Δανδαρίοις ἐπαγαγεῖν λέγεται διά τινος παλαιᾶς διώρυγος ἀνακαθάρας αὐτὴν καὶ κατακλύσαι τὴν χώραν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: