previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[16]

δ᾽ οὖν Διοσκουριὰς ἐν κόλπῳ τοιούτῳ κειμένη καὶ τὸ ἑωθινώτατον σημεῖον ἐπέχουσα τοῦ σύμπαντος πελάγους, μυχός τε τοῦ Εὐξείνου λέγεται καὶ ἔσχατος πλοῦς: τό τε παροιμιακῶς λεχθὲν οὕτω δεῖ δέξασθαιεἰς Φᾶσιν ἔνθα ναυσὶν ἔσχατος δρόμος,
1οὐχ ὡς τὸν ποταμὸν λέγοντος τοῦ ποιήσαντος τὸ ἰαμβεῖον, οὐδὲ δὴ ὡς τὴν ὁμώνυμον αὐτῷ πόλιν κειμένην ἐπὶ τῷ ποταμῷ, ἀλλ᾽ ὡς τὴν Κολχίδα ἀπὸ μέρους, ἐπεὶ ἀπό γε τοῦ ποταμοῦ καὶ τῆς πόλεως οὐκ ἐλάττων ἑξακοσίων σταδίων λείπεται πλοῦς ἐπ᾽ εὐθείας εἰς τὸν μυχόν. δ᾽ αὐτὴ Διοσκουριάς ἐστι καὶ ἀρχὴ τοῦ ἰσθμοῦ τοῦ μεταξὺ τῆς Κασπίας καὶ τοῦ Πόντου καὶ ἐμπόριον τῶν ὑπερκειμένων καὶ σύνεγγυς ἐθνῶν κοινόν: συνέρχεσθαι γοῦν εἰς αὐτὴν ἑβδομήκοντα, οἱ δὲ καὶ τριακόσια ἔθνη φασίν, οἷς οὐδὲν τῶν ὄντων μέλει, πάντα δὲ ἑτερόγλωττα διὰ τὸ σποράδην καὶ ἀμίκτως οἰκεῖν ὑπὸ αὐθαδείας καὶ ἀγριότητος: Σαρμάται δ᾽ εἰσὶν οἱ πλείους, πάντες δὲ Καυκάσιοι. ταῦτα μὲν δὴ τὰ περὶ τὴν Διοσκουριάδα.

1 Anon. fr. 559 (Nauck)

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: