previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[21]

τῶν δὲ ποταμῶν τὸν μὲν Σελλήεντά φησιν ποιητὴς πρὸς τῇ Ἀρίσβῃ ῥεῖν, εἴπερ Ἄσιος Ἀρίσβηθέν τε ἧκε καὶ ποταμοῦ ἄπο Σελλήεντος: δὲ Πράκτιος ποταμὸς μὲν ἔστι, πόλις δ᾽ οὐχ εὑρίσκεται, ὥς τινες ἐνόμισαν: ῥεῖ δὲ καὶ οὗτος μεταξὺ Ἀβύδου καὶ Λαμψάκου: τὸ οὖνκαὶ Πράκτιον ἀμφενέμοντο
οὕτω δεκτέον ὡς περὶ ποταμοῦ, καθάπερ κἀκεῖναοἵ τ᾽ ἄρα πὰρ ποταμὸν Κηφισὸν δῖον ἔναιον,
1 καὶἀμφί τε Παρθένιον ποταμὸν κλυτὰ ἔργ᾽ ἐνέμοντο.
2 ἦν δὲ καὶ ἐν Λέσβῳ πόλις Ἀρίσβα, ἧς τὴν χώραν ἔχουσι Μηθυμναῖοι: ἔστι δὲ καὶ ποταμὸς Ἄρισβος ἐν Θρᾴκῃ, ὥσπερ εἴρηται, καὶ τούτου πλησίον οἱ Κεβρήνιοι Θρᾷκες. πολλαὶ δ᾽ ὁμωνυμίαι Θρᾳξὶ καὶ Τρωσίν, οἷον Σκαιοὶ Θρᾷκές τινες καὶ Σκαιὸς ποταμὸς καὶ Σκαιὸν τεῖχος καὶ ἐν Τροίᾳ Σκαιαὶ πύλαι: Ξάνθιοι Θρᾷκες, Ξάνθος ποταμὸς ἐν Τροίᾳ: Ἄρισβος ἐμβάλλων εἰς τὸν Ἕβρον, Ἀρίσβη ἐν Τροίᾳ: Ῥῆσος ποταμὸς ἐν Τροίᾳ, Ῥῆσος δὲ καὶ βασιλεὺς τῶν Θρᾳκῶν. ἔστι δὲ καὶ τῷ Ἀσίῳ ὁμώνυμος ἕτερος παρὰ τῷ ποιητῇ Ἄσιοςὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιο,
αὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντος,
ὃς Φρυγίην ναίεσκε ῥοῇς ἐπὶ Σαγγαρίοιο.
3

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: