previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[35]

ὑπὲρ δὲ τούτου μικρὸν τῶν Ἰλιέων κώμη ἐστίν, ἐν νομίζεται τὸ παλαιὸν Ἴλιον ἱδρῦσθαι πρότερον, τριάκοντα σταδίους διέχον ἀπὸ τῆς νῦν πόλεως. ὑπὲρ δὲ τῆς Ἰλιέων κώμης δέκα σταδίοις ἐστὶν Καλλικολώνη, λόφος τις, παρ᾽ ὃν Σιμόεις ῥεῖ πενταστάδιον διέχων: γίνεται οὖν εὔλογον πρῶτον μὲν τὸ ἐπὶ τοῦ Ἄρεοςὦρτο δ᾽ Ἄρης ἑτέρωθεν ἐρεμνῇ λαίλαπι ἶσος,
ὀξὺ κατ᾽ ἀκροτάτης πόλιος Τρώεσσι κελεύων,
ἄλλοτε πὰρ Σιμόεντι θέων ἐπὶ Καλλικολώνῃ.
1 τῆς γὰρ μάχης ἐπὶ τῷ Σκαμανδρίῳ πεδίῳ συντελουμένης πιθανῶς ἂν Ἄρης ἄλλοτε μὲν τὴν ἐγκέλευσιν ἀπὸ τῆς ἀκροπόλεως ποιοῖτο, ἄλλοτε δ᾽ ἐκ τῶν πλησίον τόπων τοῦ τε Σιμόεντος καὶ τῆς Καλλικολώνης, μέχρι οὗ εἰκὸς καὶ τὴν μάχην παρατετάσθαι: τετταράκοντα δὲ σταδίους διεχούσης τῆς Καλλικολώνης ἀπὸ τοῦ νῦν Ἰλίου, τί χρήσιμον ἐπὶ τοσοῦτον μεταλαμβάνεσθαι τοὺς τόπους ἐφ᾽ ὅσον διάταξις οὐ διέτεινε; τό τεπρὸς Θύμβρης δ᾽ ἔλαχον Λύκιοι
2 οἰκειότερόν ἐστι τῷ παλαιῷ κτίσματι: πλησίον γάρ ἐστι τὸ πεδίον Θύμβρα καὶ δι᾽ αὐτοῦ ῥέων ποταμὸς Θύμβριος, ἐμβάλλων εἰς τὸν Σκάμανδρον κατὰ τὸ Θυμβραίου Ἀπόλλωνος ἱερόν, τοῦ δὲ νῦν Ἰλίου καὶ πεντήκοντα σταδίους διέχει. τε ἐρινεός, τραχύς τις τόπος καὶ ἐρινεώδης, τῷ μὲν ἀρχαίῳ κτίσματι ὑποπέπτωκεν, ὥστε τὸλαὸν δὲ στῆσον παρ᾽ ἐρινεόν, ἔνθα μάλιστα
ἀμβατός ἐστι πόλις καὶ [p. 838] ἐπίδρομον ἔπλετο τεῖχος
3 οἰκείως ἂν λέγοι Ἀνδρομάχη: τῆς δὲ νῦν πόλεως πάμπολυ ἀφέστηκε: καὶ φηγὸς δὲ μικρὸν κατωτέρω ἐστὶ τοῦ ἐρινεοῦ, ἐφ᾽ οὗ φησιν Ἀχιλλεύςὄφρα δ᾽ ἐγὼ μετ᾽ Ἀχαιοῖσιν πολέμιζον,
οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ,
ἀλλ᾽ ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν.
4

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: