previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[44] συμπίπτει δ᾽ εἰς αὐτὸν Ἄνδιρος ἀπὸ τῆς Καρησηνῆς, ὀρεινῆς τινος πολλαῖς κώμαις συνοικουμένης καὶ γεωργουμένης καλῶς, παρακειμένης τῇ Δαρδανικῇ μέχρι τῶν περὶ Ζέλειαν καὶ Πιτύειαν τόπων: ὠνομάσθαι δὲ τὴν χώραν φασὶν ἀπὸ τοῦ Καρήσου ποταμοῦ, ὃν ὠνόμακεν ποιητήςῬῆσός θ᾽ Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε:
1 τὴν δὲ πόλιν κατεσπάσθαι τὴν ὁμώνυμον τῷ ποταμῷ. πάλιν δ᾽ οὕτως φησίν μὲν Ῥῆσος ποταμὸς νῦν καλεῖται Ῥοείτης, εἰ μὴ ἄρα εἰς τὸν Γράνικον [p. 844] ἐμβάλλων Ῥῆσός ἐστιν. Ἑπτάπορος δέ, ὃν καὶ Πολύπορον λέγουσιν, ἑπτάκις διαβαινόμενος ἐκ τῶν περὶ τὴν καλὴν πεύκην χωρίων ἐπὶ Μελαινὰς κώμην ἰοῦσι καὶ τὸ Ἀσκληπίειον, ἵδρυμα Λυσιμάχου. περὶ δὲ τῆς καλῆς πεύκης Ἄτταλος πρῶτος βασιλεύσας οὕτως γράφει: τὴν μὲν περίμετρον εἶναί φησι ποδῶν τεττάρων καὶ εἴκοσι, τὸ δὲ ὕψος ἀπὸ μὲν ῥίζης ἀνιέναι ἐπὶ ἑξήκοντα καὶ ἑπτὰ πόδας, εἶτ᾽ εἰς τρία σχιζομένην ἴσον ἀλλήλων διέχοντα, εἶτα πάλιν συναγομένην εἰς μίαν κορυφήν, ἀποτελοῦσαν τὸ πᾶν ὕψος δυεῖν πλέθρων καὶ πεντεκαίδεκα πηχῶν: Ἀδραμυττίου δὲ διέχει πρὸς ἄρκτον ἑκατὸν καὶ ὀγδοήκοντα σταδίους. Κάρησος δ᾽ ἀπὸ Μαλοῦντος ῥεῖ, τόπου τινὸς κειμένου μεταξὺ Παλαισκήψεως καὶ Ἀχαιίου τῆς Τενεδίων περαίας: ἐμβάλλει δὲ εἰς τὸν Αἴσηπον. Ῥοδίος δὲ ἀπὸ Κλεανδρίας καὶ Γόρδου, διέχει τῆς καλῆς πεύκης ἑξήκοντα σταδίους: ἐμβάλλει δ᾽ εἰς τὸν Αἴνιον. ’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: