previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[45] τοῦ δ᾽ αὐλῶνος τοῦ περὶ τὸν Αἴσηπον ἐν ἀριστερᾷ τῆς ῥύσεως αὐτοῦ πρῶτον ἔστι Πολίχνα τειχῆρες χωρίον, εἶθ᾽ Παλαίσκηψις, εἶτ᾽ Ἀλαζόνιον. τοῦτ᾽ ἤδη πεπλασμένον πρὸς τὴν τῶν Ἁλιζώνων ὑπόθεσιν, περὶ ὧν εἰρήκαμεν. εἶτα Κάρησος ἐρήμη καὶ Καρησηνὴ καὶ ὁμώνυμος ποταμός, ποιῶν καὶ αὐτὸς αὐλῶνα ἀξιόλογον, ἐλάττω δὲ τοῦ περὶ τὸν Αἴσηπον. τὰ δ᾽ ἑξῆς ἤδη τὰ τῆς Ζελείας ἐστὶ πεδία καὶ ὀροπέδια καλῶς γεωργούμενα: ἐν δεξιᾷ δὲ τοῦ Αἰσήπου μεταξὺ Πολίχνας τε καὶ Παλαισκήψεως Νέα κώμη καὶ Ἀργυρία.’ καὶ τοῦτο πάλιν πλάσμα1 πρὸς τὴν αὐτὴν ὑπόθεσιν, ὅπως σωθείη τὸὅθεν ἀργύρου ἐστὶ γενέθλη.
2 οὖν Ἀλύβη ποῦ Ἀλόπη ὅπως βούλονται παρονομάζειν; ἐχρῆν γὰρ καὶ [p. 845] τοῦτο πλάσαι παρατριψαμένους τὸ μέτωπον, καὶ μὴ χωλὸν ἐᾶν καὶ ἕτοιμον πρὸς ἔλεγχον ἅπαξ ἤδη ἀποτετολμηκότας. ταῦτα μὲν οὖν ἔνστασιν ἔχει τοιαύτην, τἆλλα δὲ ὑπολαμβάνομεν, τά γε πλεῖστα, δεῖν προσέχειν ὡς ἀνδρὶ ἐμπείρῳ καὶ ἐντοπίῳ, φροντίσαντί τε τοσοῦτον περὶ τούτων ὥστε τριάκοντα βίβλους συγγράψαι στίχων ἐξήγησιν μικρῷ πλειόνων ἑξήκοντα, τοῦ καταλόγου τῶν Τρώων. φησὶ δ᾽ οὖν τὴν Παλαίσκηψιν τῆς μὲν Νέας διέχειν πεντήκοντα σταδίους, τοῦ δὲ ποταμοῦ τοῦ Αἰσήπου τριάκοντα: ἀπὸ δὲ τῆς Παλαισκήψεως ταύτης διατεῖναι τὴν ὁμωνυμίαν καὶ εἰς ἄλλους πλείους τόπους. ἐπάνιμεν δὲ ἐπὶ τὴν παραλίαν ὅθενπερ ἀπελίπομεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: