previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[5] τοπογραφεῖ δὲ κάλλιστα τὴν ὄντως λεγομένην Τροίαν τῆς Ἴδης θέσις, ὄρους ὑψηλοῦ βλέποντος πρὸς δύσιν καὶ τὴν ταύτῃ θάλατταν, μικρὰ δ᾽ ἐπιστρέφοντος καὶ πρὸς ἄρκτον καὶ τὴν ταύτῃ παραλίαν. ἔστι δὲ αὕτη μὲν τῆς Προποντίδος ἀπὸ τῶν περὶ Ἄβυδον στενῶν ἐπὶ τὸν Αἴσηπον καὶ τὴν Κυζικηνήν: δ᾽ ἑσπερία θάλαττα τε Ἑλλήσποντός ἐστιν ἔξω καὶ τὸ Αἰγαῖον πέλαγος. πολλοὺς δ᾽ ἔχουσα πρόποδας Ἴδη καὶ σκολοπενδρώδης οὖσα τὸ σχῆμα ἐσχάτοις ἀφορίζεται τούτοις, τῷ τε περὶ τὴν Ζέλειαν ἀκρωτηρίῳ καὶ τῷ [p. 818] καλουμένῳ Λεκτῷ, τῷ μὲν τελευτῶντι εἰς τὴν μεσόγαιαν μικρὸν ὑπὲρ τῆς Κυζικηνῆςκαὶ δὴ καὶ ἔστι νῦν Ζέλεια τῶν Κυζικηνῶν): τὸ δὲ Λεκτὸν εἰς τὸ πέλαγος καθήκει τὸ Αἰγαῖον ἐν παράπλῳ κείμενον τοῖς ἐκ Τενέδου πλέουσιν εἰς Λέσβον. “ Ἴδην δ᾽ ἵκανον πολυπίδακα μητέρα θηρῶν,
Λεκτὸν ὅθι πρῶτον λιπέτην ἅλα
1 ὕπνος καὶ Ἥρα, τοῖς οὖσιν οἰκείως τοῦ ποιητοῦ φράζοντος τὸ Λεκτόν: καὶ γὰρ ὅτι τῆς Ἴδης ἐστὶ τὸ Λεκτὸν καὶ διότι πρώτη ἀπόβασις ἐκ θαλάττης αὕτη τοῖς ἐπὶ τὴν Ἴδην ἀνιοῦσιν, εἴρηκεν ὀρθῶς2. τοὺς δὴ πρόποδας τοὺς ἐσχάτους ἐφ᾽ ἑκάτερα φράζων οὕτως τὸ Λεκτὸν καὶ τὴν Ζέλειαν, οἰκείως τούτων ἀκρώρειαν ἀφορίζει Γάργαρον, ἄκρον λέγων: καὶ γὰρ καὶ νῦν Γάργαρον ἐν τοῖς ἄνω μέρεσι τῆς Ἴδης δείκνυται τόπος, ἀφ᾽ οὗ τὰ νῦν Γάργαρα πόλις Αἰολική. ἐντὸς μὲν οὖν τῆς Ζελείας καὶ τοῦ Λεκτοῦ πρῶτά ἐστιν ἀπὸ τῆς Προποντίδος ἀρξαμένοις τὰ μέχρι τῶν κατ᾽ Ἄβυδον στενῶν, εἶτ᾽ ἔξω τῆς Προποντίδος τὰ μέχρι Λεκτοῦ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: