previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τοιαύτης δὲ τῆς πρὸς τοὺς Τρῶας οἰκειότητος ὑπαρχούσης τοῖς τε Λέλεξι καὶ τοῖς Κίλιξι, ζητοῦσιν αἰτίαν δι᾽ ἣν οὐ συγκαταλέγονται καὶ οὗτοι ἐν τῷ καταλόγῳ. εἰκὸς δὲ διὰ τὴν τῶν ἡγεμόνων διαφθορὰν καὶ τὴν τῶν πόλεων ἐκπόρθησιν ὀλίγους ὑπολειφθέντας τοὺς Κίλικας ὑπὸ τῷ Ἕκτορι τάττεσθαι: τε γὰρ Ἠετίων καὶ οἱ παῖδες αὐτοῦ λέγονται πρὸ τοῦ καταλόγου διαφθαρῆναιἤτοι μὲν πατέρ᾽ ἀμὸν ἀπέκτανε δῖος Ἀχιλλεύς,
ἐκ δὲ πόλιν πέρσεν Κιλίκων,
Θήβην ὑψίπυλον.
οἳ δέ μοι ἑπτὰ κασίγνητοι ἔσαν ἐν μεγάροισιν,
οἱ μὲν πάντες ἰῷ κίον ἤματι Ἄιδος εἴσω:
πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεύς.
1 ὡς δ᾽ αὕτως καὶ οἱ ὑπὸ Μύνητι τούς τε ἡγεμόνας ἀποβεβλήκασι καὶ τὴν πόλινκὰδ δὲ Μύνητ᾽ ἔβαλεν καὶ Ἐπίστροφον,
πέρσεν δὲ πόλιν θείοιο Μύνητος.
2,Hom. Il. 19.296 τοὺς δὲ Λέλεγας τοῖς μὲν ἀγῶσι παρόντας ποιεῖ, ὅταν3 οὕτω λέγῃπρὸς μὲν ἁλὸς Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι
καὶ Λέλεγες καὶ Καύκωνες,
4 καὶ πάλινΣάτνιον οὔτασε δουρὶ
Οἰνοπίδην, ὃν ἄρα νύμφη τέκε Νηὶς ἀμύμων
Οἴνοπι βουκολέοντι παρ᾽ ὄχθας Σατνιόεντος.
5 οὐ γὰρ οὕτως ἐξελελοίπεσαν τελέως ὥστε μὴ καὶ καθ᾽ αὑτοὺς ἔχειν τι σύστημα, ἅτε τοῦ βασιλέως αὐτῶν ἔτι περιόντοςἌλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει,
6 καὶ τῆς πόλεως οὐ τελέως ἠφανισμένης: ἐπιφέρει γὰρΠήδασον αἰπήεσσαν ἔχων ἐπὶ Σατνιόεντι.
7 ἐν μέντοι τῷ καταλόγῳ παραλέλοιπεν αὐτούς, οὐχ ἱκανὸν ἡγούμενος τὸ σύστημα ὥστ᾽ ἐν καταλόγῳ τάττεσθαι, καὶ ὑπὸ τῷ Ἕκτορι καὶ τούτους συγκαταλέγων οὕτως ὄντας οἰκείους. γὰρ Λυκάων φησὶν ἀδελφὸς ὢν Ἕκτοροςμινυνθάδιον δέ με [p. 867] μήτηρ
γείνατο Λαοθόη, θυγάτηρ Ἄλταο γέροντος,
Ἄλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει.
8 ταῦτα μὲν οὖν τοιαύτην τινὰ ἔχει τὴν εἰκοτολογίαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: