previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[3]

ἄνδρες δ᾽ ἐγένοντο ἐλλόγιμοι καθ᾽ ἡμᾶς Περγαμηνοὶ Μιθριδάτης τε Μηνοδότου υἱὸς καὶ Ἀδοβογιωνίδος τοῦ τετραρχικοῦ τῶν Γαλατῶν γένους, ἣν καὶ παλλακεῦσαι τῷ βασιλεῖ Μιθριδάτῃ φασίν: ὅθεν καὶ τοὔνομα τῷ παιδὶ θέσθαι τοὺς ἐπιτηδείους προσποιησαμένους ἐκ τοῦ βασιλέως αὐτὸν γεγονέναι. οὗτος γοῦν Καίσαρι τῷ θεῷ γενόμενος φίλος εἰς τοσόνδε [p. 874] προῆλθε τιμῆς ὥστε καὶ τετράρχης ἀπεδείχθη ἀπὸ τοῦ μητρῴου γένους καὶ βασιλεὺς ἄλλων τε καὶ τοῦ Βοσπόρου: κατελύθη δ᾽ ὑπὸ Ἀσάνδρου τοῦ καὶ Φαρνάκην ἀνελόντος τὸν βασιλέα καὶ κατασχόντος τὸν Βόσπορον. οὗτός τε δὴ ὀνόματος ἠξίωται μεγάλου, καὶ Ἀπολλόδωρος ῥήτωρ τὰς τέχνας συγγράψας καὶ τὴν Ἀπολλοδώρειον αἵρεσιν παραγαγών, ἥτις ποτ᾽ ἐστί: πολλὰ γὰρ ἐπεκράτει, μείζονα δὲ καθ᾽ ἡμᾶς ἔχοντα τὴν κρίσιν, ὧν ἔστι καὶ Ἀπολλοδώρειος αἵρεσις καὶ Θεοδώρειος. μάλιστα δὲ ἐξῆρε τὸν Ἀπολλόδωρον τοῦ Καίσαρος φιλία τοῦ Σεβαστοῦ, διδάσκαλον τῶν λόγων γενόμενον: μαθητὴν δ᾽ ἔσχεν ἀξιόλογον Διονύσιον τὸν ἐπικληθέντα Ἀττικόν, πολίτην αὐτοῦ: καὶ γὰρ σοφιστὴς ἦν ἱκανὸς καὶ συγγραφεὺς καὶ λογογράφος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: