previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[6]

Δωριεῖς δ᾽ εἰσὶν ὥσπερ καὶ Ἁλικαρνασεῖς καὶ Κνίδιοι καὶ Κῷοι. οἱ γὰρ Δωριεῖς οἱ τὰ Μέγαρα κτίσαντες μετὰ τὴν Κόδρου τελευτὴν οἱ μὲν ἔμειναν αὐτόθι, οἱ δὲ σὺν Ἀλθαιμένει τῷ Ἀργείῳ τῆς εἰς Κρήτην ἀποικίας ἐκοινώνησαν, οἱ δ᾽ εἰς τὴν Ῥόδον καὶ τὰς λεχθείσας ἀρτίως πόλεις ἐμερίσθησαν. ταῦτα δὲ νεώτερα τῶν ὑφ᾽ Ὁμήρου λεγομένων ἐστί: Κνίδος μὲν γὰρ καὶ Ἁλικαρνασὸς οὐδ᾽ ἦν πω, Ῥόδος δ᾽ ἦν καὶ Κῶς, ἀλλ᾽ ᾠκεῖτο ὑφ᾽ Ἡρακλειδῶν. Τληπόλεμος μὲν οὖν ἀνδρωθεὶςαὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα
ἤδη γηράσκοντα, Λικύμνιον.
αἶψα δὲ νῆας ἔπηξε, πολὺν δ᾽ ὅγε λαὸν ἀγείρας
βῆ φεύγων.
1 εἶτά φησινεἰς Ῥόδον ἷξεν ἀλώμενος,
τριχθὰ δὲ ᾤκηθεν καταφυλαδόν.
καὶ τὰς πόλεις ὀνομάζει τὰς τότεΛίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον,
2 τῆς Ῥοδίων πόλεως οὔπω συνῳκισμένης. οὐδαμοῦ δὴ ἐνταῦθα Δωριέας ὀνομάζει, ἀλλ᾽ εἰ ἄρα Αἰολέας ἐμφαίνει καὶ Βοιωτούς, εἴπερ [p. 912] ἐκεῖ κατοικία τοῦ Ἡρακλέους καὶ τοῦ Λικυμνίου: εἰ δ᾽ ὥσπερ καὶ ἄλλοι φασίν, ἐξ Ἄργους καὶ Τίρυνθος ἀπῆρεν Τληπόλεμος, οὐδ᾽ οὕτω Δωρικὴ γίνεται ἐκεῖθεν ἀποικία: πρὸ γὰρ τῆς Ἡρακλειδῶν καθόδου γεγένηται. καὶ τῶν Κῴων δὲΦείδιππός τε καὶ Ἄντιφος ἡγησάσθην,
Θεσσαλοῦ υἷε δύω Ἡρακλείδαο ἄνακτος,
3 καὶ οὗτοι τὸ Αἰολικὸν μᾶλλον τὸ Δωρικὸν γένος ἐμφαίνοντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: