previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[9]

εἶτα Φάσηλις τρεῖς ἔχουσα λιμένας, πόλις ἀξιόλογος καὶ λίμνη. ὑπέρκειται δ᾽ αὐτῆς τὰ Σόλυμα ὄρος καὶ Τερμησσὸς Πισιδικὴ πόλις, ἐπικειμένη τοῖς στενοῖς δι᾽ ὧν ὑπέρβασίς ἐστιν εἰς τὴν Μιλυάδα. καὶ [p. 930] Ἀλέξανδρος διὰ τοῦτο ἐξεῖλεν αὐτὴν ἀνοῖξαι βουλόμενος τὰ στενά. περὶ Φασήλιδα δ᾽ ἐστὶ τὰ κατὰ θάλατταν στενά, δι᾽ ὧν Ἀλέξανδρος παρήγαγε τὴν στρατιάν. ἔστι δ᾽ ὄρος Κλῖμαξ καλούμενον, ἐπίκειται δὲ τῷ Παμφυλίῳ πελάγει, στενὴν ἀπολεῖπον πάροδον ἐπὶ τῷ αἰγιαλῷ ταῖς μὲν νηνεμίαις γυμνουμένην ὥστε εἶναι βάσιμον τοῖς ὁδεύουσι, πλημμύροντος δὲ τοῦ πελάγους ὑπὸ τῶν κυμάτων καλυπτομένην ἐπὶ πολύ: μὲν οὖν διὰ τοῦ ὄρους ὑπέρβασις περίοδον ἔχει καὶ προσάντης ἐστί, τῷ δ᾽ αἰγιαλῷ χρῶνται κατὰ τὰς εὐδίας. δὲ Ἀλέξανδρος εἰς χειμέριον ἐμπεσὼν καιρὸν καὶ τὸ πλέον ἐπιτρέπων τῇ τύχῃ πρὶν ἀνεῖναι τὸ κῦμα ὥρμησε, καὶ ὅλην τὴν ἡμέραν ἐν ὕδατι γενέσθαι τὴν πορείαν συνέβη μέχρι ὀμφαλοῦ βαπτιζομένων. ἔστι μὲν οὖν καὶ αὕτη πόλις Λυκιακὴ ἐπὶ τῶν ὅρων ἱδρυμένη τῶν πρὸς Παμφυλίαν, τοῦ δὲ κοινοῦ τῶν Λυκίων οὐ μετέχει, καθ᾽ αὑτὴν δὲ συνέστηκεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (1 total)
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: