previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[28]

φήσας δὲ ἀγνώτων τινῶν μεμνῆσθαι τὸν ποιητήν, Καύκωνας μὲν ὀρθῶς λέγει καὶ Σολύμους καὶ Κητείους καὶ Λέλεγας καὶ Κίλικας τοὺς ἐκ Θήβης πεδίου, τοὺς δ᾽ Ἁλιζῶνας αὐτὸς πλάττει, μᾶλλον δ᾽ οἱ πρῶτοι τοὺς Ἁλιζῶνας ἀγνοήσαντες τίνες εἰσί, καὶ μεταγράφοντες πλεοναχῶς καὶ πλάττοντες τὴν τοῦ ἀργύρου γενέθλην καὶ ἄλλα πολλὰ μέταλλα, ἐκλελειμμένα ἅπαντα. πρὸς ταύτην δὲ τὴν φιλοτιμίαν κἀκείνας συνήγαγον τὰς ἱστορίας, ἃς Σκήψιος τίθησι παρὰ Καλλισθένους λαβὼν καὶ ἄλλων τινῶν, οὐ καθαρευόντων τῆς περὶ τῶν Ἁλιζώνων ψευδοδοξίας: ὡς μὲν Ταντάλου πλοῦτος καὶ τῶν Πελοπιδῶν ἀπὸ τῶν περὶ Φρυγίαν καὶ Σίπυλον μετάλλων ἐγένετο: δὲ Κάδμου ἐκ τῶν περὶ Θρᾴκην καὶ τὸ Παγγαῖον ὄρος: δὲ Πριάμου ἐκ τῶν ἐν Ἀστύροις περὶ Ἄβυδον χρυσείων, ὧν καὶ νῦν ἔτι μικρὰ λείπεται: πολλὴ δ᾽ ἐκβολὴ καὶ τὰ ὀρύγματα σημεῖα τῆς πάλαι μεταλλείας: δὲ Μίδου ἐκ τῶν περὶ τὸ Βέρμιον ὄρος: δὲ Γύγου καὶ Ἀλυάττου καὶ Κροίσου ἀπὸ τῶν ἐν Λυδίᾳ καὶ τῆς μεταξὺ Ἀταρνέως τε καὶ Περγάμου πολίχνη ἐρήμη ἐκμεμεταλλευμένα ἔχουσα τὰ χωρία.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: