previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[29]

ἔτι καὶ ταῦτα μέμψαιτο ἄν τις τοῦ Ἀπολλοδώρου, ὅτι τῶν νεωτέρων καινοτομούντων πολλὰ παρὰ τὰς Ὁμηρικὰς ἀποφάσεις, εἰωθὼς ταῦτ᾽ ἐλέγχειν ἐπὶ πλέον, [p. 949] ἐνταῦθα οὐκ ὠλιγώρηκε μόνον, ἀλλὰ καὶ τἀναντία εἰς ἓν συνάγει τὰ μὴ ὡσαύτως λεγόμενα. μὲν γὰρ Ξάνθος Λυδὸς μετὰ τὰ Τρωικά φησιν ἐλθεῖν τοὺς Φρύγας ἐκ τῆς Εὐρώπης καὶ τῶν ἀριστερῶν τοῦ Πόντου, ἀγαγεῖν δ᾽ αὐτοὺς Σκαμάνδριον ἐκ Βερεκύντων καὶ Ἀσκανίας. ἐπιλέγει δὲ τούτοις Ἀπολλόδωρος, ὅτι τῆς Ἀσκανίας ταύτης μνημονεύει καὶ Ὅμηρος ἧς ΞάνθοςΦόρκυς δὲ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς
τῆλ᾽ ἐξ Ἀσκανίης.
1 ἀλλ᾽ εἰ οὕτως ἔχει, μὲν μετανάστασις ὕστερον ἂν εἴη τῶν Τρωικῶν γεγονυῖα, ἐν δὲ τοῖς Τρωικοῖς τὸ λεγόμενον ὑπὸ τοῦ ποιητοῦ ἐπικουρικὸν ἧκεν ἐκ τῆς περαίας ἐκ τῶν Βερεκύντων καὶ τῆς Ἀσκανίας. τίνες οὖν Φρύγες ἦσανοἵ ῥα τότ᾽ ἐστρατόωντο παρ᾽ ὄχθας Σαγγαρίοιο,
2 ὅτε Πρίαμοςἐπίκουρος ἐὼν μετὰ τοῖσιν ἐλέγμην
3 φησί; πῶς δὲ ἐκ μὲν Βερεκύντων μετεπέμπετο Φρύγας Πρίαμος, πρὸς οὓς οὐδὲν ἦν αὐτῷ συμβόλαιον, τοὺς δ᾽ ὁμόρους καὶ οἷς αὐτὸς πρότερον ἐπεκούρησε παρέλιπεν; οὕτω δὲ περὶ τῶν Φρυγῶν εἰπὼν ἐπιφέρει καὶ τὰ περὶ τῶν Μυσῶν οὐχ ὁμολογούμενα τούτοις: λέγεσθαι γάρ φησι καὶ τῆς Μυσίας κώμην Ἀσκανίαν περὶ λίμνην ὁμώνυμον, ἐξ ἧς καὶ τὸν Ἀσκάνιον ποταμὸν ῥεῖν, οὗ μνημονεύει καὶ ΕὐφορίωνΜυσοῖος παρ᾽ ὕδασιν Ἀσκανίοιο.
καὶ Αἰτωλὸς Ἀλέξανδροςοἳ καὶ ἐπ᾽ Ἀσκανίῳ δώματ᾽ ἔχουσι ῥόῳ,
λίμνης Ἀσκανίης ἐπὶ χείλεσιν: ἔνθα Δολίων
υἱὸς Σιληνοῦ νάσσατο καὶ Μελίης.
καλοῦσι δέ, φησί, Δολιονίδα καὶ Μυσίαν τὴν περὶ Κύζικον ἰόντι εἰς Μιλητούπολιν. εἰ οὖν οὕτως ἔχει ταῦτα, καὶ ἐκμαρτυρεῖται ὑπὸ τῶν δεικνυμένων νῦν καὶ ὑπὸ τῶν ποιητῶν, τί ἐκώλυε τὸν Ὅμηρον ταύτης μεμνῆσθαι τῆς Ἀσκανίας, ἀλλὰ μὴ τῆς ὑπὸ Ξάνθου [p. 950] λεγομένης; εἴρηται δὲ καὶ πρότερον περὶ τούτων ἐν τῷ περὶ Μυσῶν καὶ Φρυγῶν λόγῳ, ὥστε ἐχέτω πέρας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: