previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[3]

μετὰ δὲ τὸ Κορακήσιον Ἀρσινόη πόλις, εἶθ᾽ Ἁμαξία ἐπὶ βουνοῦ κατοικία τις ὕφορμον ἔχουσα, ὅπου κατάγεται ναυπηγήσιμος ὕλη. κέδρος δ᾽ ἐστὶν πλείστη, καὶ δοκεῖ ταῦτα τὰ μέρη πλεονεκτεῖν τῇ τοιαύτῃ ξυλείᾳ: καὶ διὰ τοῦτ᾽ Ἀντώνιος Κλεοπάτρᾳ τὰ χωρία ταῦτα προσένειμεν ἐπιτήδεια ὄντα πρὸς τὰς τῶν στόλων κατασκευάς. εἶτα Λαέρτης φρούριον ἐπὶ λόφου μαστοειδοῦς ὕφορμον ἔχον: εἶτα Σελινοῦς πόλις: εἶτα Κράγος πέτρα περίκρημνος πρὸς θαλάττῃ: εἶτα Χαραδροῦς ἔρυμα καὶ αὐτὸ ὕφορμον ἔχονὑπέρκειται δ᾽ ὄρος Ἄνδρικλοςκαὶ παράπλους τραχὺς Πλατανιστῆς καλούμενος: εἶτ᾽ Ἀνεμούριον ἄκρα καθ᾽ ἣν ἤπειρος ἐγγυτάτω τῆς Κυπρίας ἐστὶν ἐπὶ Κρομμύου ἄκραν ἐν διάρματι σταδίων τριακοσίων πεντήκοντα. εἰς μὲν οὖν τὸ Ἀνεμούριον ἀπὸ τῶν ὅρων τῆς Παμφυλίας Κιλίκιος παράπλους σταδίων ἐστὶν ὀκτακοσίων εἴκοσι, λοιπὸς δ᾽ ἐστὶ μέχρι Σόλων ὅσον πεντακοσίων παράπλους σταδίων. τούτου δ᾽ ἐστὶ Νάγιδος πρώτη μετὰ τὸ Ἀνεμούριον πόλις: εἶτ᾽ Ἀρσινόη πρόσορμον ἔχουσα: εἶτα τόπος Μελανία καὶ Κελένδερις πόλις λιμένα ἔχουσα. τινὲς δὲ ταύτην ἀρχὴν τίθενται τῆς Κιλικίας, οὐ τὸ Κορακήσιον, ὧν ἐστι καὶ Ἀρτεμίδωρος: καί φησιν ἀπὸ μὲν τοῦ Πηλουσιακοῦ στόματος εἶναι τρισχιλίους ἑξακοσίους σταδίους εἰς Ὀρθωσίαν, ἐπὶ δὲ τὸν Ὀρόντην ποταμὸν χίλια ἑκατὸν τριάκοντα, ἐπὶ δὲ τὰς πύλας ἑξῆς πεντακόσια εἰκοσιπέντε, ἐπὶ δὲ τοὺς ὅρους τῶν Κιλίκων χίλια ἐνακόσια εἴκοσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: