previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[27]

῏ην δὲ μετὰ τὸν Κώφην Ἰνδός, εἶθ᾽ Ὑδάσπης, εἶθ᾽ Ἀκεσίνης καὶ Ὑάρωτις, ὕστατος δ᾽ Ὕπανις. περαιτέρω γὰρ προελθεῖν ἐκωλύθη, τοῦτο μὲν μαντείοις τισὶ προσέχων τοῦτο δ᾽ ὑπὸ τῆς στρατιᾶς ἀπηγορευκυίας ἤδη πρὸς τοὺς πόνους ἀναγκασθείς: μάλιστα δ᾽ ἐκ τῶν ὑδάτων ἔκαμνον συνεχῶς ὑόμενοι. ταῦτ᾽ οὖν ἐγένετο γνώριμα ἡμῖν τῶν ἑωθινῶν τῆς Ἰνδικῆς μερῶν, ὅσα ἐντὸς τοῦ Ὑπάνιος, καὶ εἴ τινα προσιστόρησαν οἱ μετ᾽ ἐκεῖνον περαιτέρω τοῦ Ὑπάνιος προελθόντες μέχρι τοῦ Γάγγου καὶ Παλιβόθρων. μετὰ μὲν οὖν τὸν Κώφην Ἰνδὸς ῥεῖ: τὰ δὲ μεταξὺ τούτων τῶν δυεῖν ποταμῶν ἔχουσιν Ἀστακηνοί τε καὶ Μασιανοὶ καὶ Νυσαῖοι καὶ Ὑπάσιοι: εἶθ᾽ Ἀσσακανοῦ, ὅπου Μασόγα πόλις, τὸ βασίλειον τῆς χώρας. ἤδη δὲ πρὸς τῷ Ἰνδῷ πάλιν ἄλλη πόλις Πευκολαῖτις, πρὸς ζεῦγμα γενηθὲν ἐπεραίωσε τὴν στρατιάν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: