previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[32]

῾η μὲν οὖν μέχρι τοῦ Ὑδάσπου ὁδὸς τὸ πλέον ἦν ἐπὶ μεσημβρίαν, δ᾽ ἐνθένδε πρὸς ἕω μᾶλλον μέχρι τοῦ Ὑπάνιος, ἅπασα δὲ τῆς ὑπωρείας μᾶλλον τῶν πεδίων ἐχομένη. δ᾽ οὖν Ἀλέξανδρος ἀπὸ τοῦ Ὑπάνιος ἀναστρέψας ἐπὶ τὸν Ὑδάσπην καὶ τὸν ναύσταθμον [p. 976] ἠρτικρότει τὸν στόλον, εἶτ᾽ ἔπλει τῷ Ὑδάσπῃ. πάντες δ᾽ οἱ λεχθέντες ποταμοὶ συμβάλλουσιν εἰς ἕνα τὸν Ἰνδόν, ὕστατος δ᾽ Ὕπανις: πεντεκαίδεκα δὲ τοὺς σύμπαντας συρρεῖν φασι τούς γε ἀξιολόγους: πληρωθεὶς δ᾽ ἐκ πάντων ὥστε καὶ ἐφ᾽ ἑκατὸν σταδίους, ὡς οἱ μὴ μετριάζοντές φασιν, εὐρύνεσθαι κατά τινας τόπους, ὡς δ᾽ οἱ μετριώτεροι, πεντήκοντα τὸ πλεῖστον ἐλάχιστον δὲ ἑπτά1, ἔπειτα δυσὶ στόμασιν εἰς τὴν νοτίαν ἐκδίδωσι θάλατταν καὶ τὴν Παταληνὴν προσαγορευομένην ποιεῖ νῆσον. ταύτην δ᾽ ἔσχε τὴν διάνοιαν Ἀλέξανδρος, ἀφεὶς τὰ πρὸς ἕω μέρη πρῶτον μὲν διὰ τὸ κωλυθῆναι διαβῆναι τὸν Ὕπανιν, ἔπειτα καὶ ψευδῆ καταμαθὼν τῇ πείρᾳ τὸν προκατέχοντα λόγον ὡς ἔκπυρα εἴη καὶ θηρίοις μᾶλλον οἰκήσιμα τὰ ἐν τοῖς πεδίοις ἀνθρωπείῳ γένει: διόπερ ὥρμησεν ἐπὶ ταῦτα ἀφεὶς ἐκεῖνα, ὥστε καὶ ἐγνώσθη ταῦτα ἀντ᾽ ἐκείνων ἐπὶ πλέον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: