previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[42]

θήρα δὲ τῶν θηρίων τούτων τοιάδε. χωρίον ψιλὸν ὅσον τεττάρων πέντε σταδίων τάφρῳ περιχαράξαντες βαθείᾳ γεφυροῦσι τὴν εἴσοδον στενωτάτῃ γεφύρᾳ: εἶτ᾽ εἰσαφιᾶσι θηλείας τὰς ἡμερωτάτας τρεῖς τέτταρας, αὐτοὶ δ᾽ ἐν καλυβίοις κρυπτοῖς ὑποκάθηνται λοχῶντες: ἡμέρας μὲν οὖν οὐ προσίασιν οἱ ἄγριοι, νύκτωρ δ᾽ ἐφ᾽ ἕνα ποιοῦνται τὴν εἴσοδον: εἰσιόντων δὲ κλείουσι τὴν εἴσοδον λάθρᾳ, εἶτα τῶν ἡμέρων ἀθλητῶν τοὺς ἀλκιμωτάτους εἰσάγοντες διαμάχονται πρὸς αὐτούς, ἅμα καὶ λιμῷ καταπονοῦντες: ἤδη δὲ καμνόντων οἱ εὐθαρσέστατοι τῶν ἡνιόχων λάθρᾳ καταβαίνοντες ὑποδύνουσιν ἕκαστος τῇ γαστρὶ τοῦ οἰκείου ὀχήματος: ὁρμώμενος δ᾽ ἐνθένδε ὑποδύνει τῷ ἀγρίῳ καὶ σύμποδα δεσμεῖ: γενομένου δὲ τούτου κελεύουσι τοῖς τιθασοῖς τύπτειν τοὺς συμποδισθέντας ἕως ἂν πέσωσιν εἰς τὴν γῆν, πεσόντων δ᾽ ὠμοβοΐνοις ἱμᾶσι προσλαμβάνονται τοὺς αὐχένας αὐτῶν πρὸς τοὺς τῶν τιθασῶν: ἵνα δὲ μὴ σειόμενοι τοὺς ἀναβαίνειν ἐπ᾽ αὐτοὺς ἐπιχειροῦντας ἀποσείοιντο, τοῖς τραχήλοις αὐτῶν [p. 982] ἐμβάλλονται κύκλῳ τομὰς καὶ κατ᾽ αὐτὰς τοὺς ἱμάντας περιτιθέασιν ὥσθ᾽ ὑπ᾽ ἀλγηδόνων εἴκειν τοῖς δεσμοῖς καὶ ἡσυχάζειν: τῶν δ᾽ ἁλόντων ἀπολέξαντες τοὺς πρεσβυτέρους νεωτέρους τῆς χρείας τοὺς λοιποὺς ἀπάγουσιν εἰς τοὺς σταθμούς, δήσαντες δὲ τοὺς μὲν πόδας πρὸς ἀλλήλους τοὺς δὲ αὐχένας πρὸς κίονα εὖ πεπηγότα, δαμάζουσι λιμῷ: ἔπειτα χλόῃ καλάμου καὶ πόας ἀναλαμβάνουσι: μετὰ δὲ ταῦτα πειθαρχεῖν διδάσκουσι, τοὺς μὲν διὰ λόγου τοὺς δὲ μελισμῷ τινι καὶ τυμπανισμῷ κηλοῦντες: σπάνιοι δ᾽ οἱ δυστιθάσευτοι: φύσει γὰρ διάκεινται πράως καὶ ἡμέρως, ὥστ᾽ ἐγγὺς εἶναι λογικῷ ζῴῳ: οἱ δὲ καὶ ἐξαίμους τοὺς ἡνιόχους ἐν τοῖς ἀγῶσι πεσόντας ἀνελόμενοι σώζουσιν ἐκ τῆς μάχης, τοὺς δὲ ὑποδύντας μεταξὺ τῶν προσθίων ποδῶν ὑπερμαχόμενοι διέσωσαν: τῶν δὲ χορτοφόρων καὶ διδασκάλων εἴ τινα παρὰ θυμὸν ἀπέκτειναν, οὕτως ἐπιποθοῦσιν ὥσθ᾽ ὑπ᾽ ἀνίας ἀπέχεσθαι τροφῆς, ἔστι δ᾽ ὅτε καὶ ἀποκαρτερεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: