previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[55]

τῷ βασιλεῖ δ᾽ μὲν τοῦ σώματος θεραπεία διὰ γυναικῶν ἐστιν, ὠνητῶν καὶ αὐτῶν παρὰ τῶν πατέρων: ἔξω δὲ τῶν θυρῶν οἱ σωματοφύλακες καὶ τὸ λοιπὸν στρατιωτικόν: μεθύοντα δὲ κτείνασα γυνὴ βασιλέα γέρας ἔχει συνεῖναι τῷ ἐκεῖνον διαδεξαμένῳ: διαδέχονται δ᾽ οἱ παῖδες: οὐδ᾽ ὑπνοῖ μεθ᾽ ἡμέραν βασιλεύς: καὶ νύκτωρ δὲ καθ᾽ ὥραν ἀναγκάζεται τὴν κοίτην ἀλλάττειν διὰ τὰς ἐπιβουλάς. τῶν τε μὴ κατὰ πόλεμον ἐξόδων μία μέν ἐστιν ἐπὶ τὰς κρίσεις, ἐν αἷς διημερεύει διακούων οὐδὲν ἧττον κἂν ὥρα γένηται τῆς τοῦ σώματος θεραπείας: αὕτη δ᾽ ἐστὶν διὰ τῶν σκυταλίδων τρῖψις: ἅμα γὰρ καὶ διακούει καὶ τρίβεται τεττάρων περιστάντων τριβέων: ἑτέρα δ᾽ ἐστὶν ἐπὶ τὰς θυσίας ἔξοδος: τρίτη δ᾽ ἐπὶ θήραν βακχική τις κύκλῳ γυναικῶν περικεχυμένων, ἔξωθεν δὲ τῶν δορυφόρων: παρεσχοίνισται δ᾽ ὁδός, τῷ δὲ παρελθόντι ἐντὸς μέχρι γυναικῶν θάνατος: προηγοῦνται δὲ τυμπανισταὶ καὶ κωδωνοφόροι. κυνηγετεῖ δ᾽ ἐν μὲν τοῖς περιφράγμασιν ἀπὸ βήματος τοξεύωνπαρεστᾶσι δ᾽ ἔνοπλοι δύο τρεῖς γυναῖκες), ἐν δὲ ταῖς ἀφράκτοις θήραις ἀπ᾽ ἐλέφαντος: αἱ δὲ γυναῖκες αἱ μὲν ἐφ᾽ ἁρμάτων, αἱ δ᾽ ἐφ᾽ ἵππων αἱ δὲ καὶ ἐπ᾽ ἐλεφάντων, ὡς καὶ συστρατεύουσιν, ἠσκημέναι παντὶ ὅπλῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: