previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[5]

καὶ δὴ καί φησιν Νέαρχος, ἤδη τοῦ βασιλέως τελοῦντος τὴν ὁδόν, αὐτὸς μετοπώρου κατὰ πλειάδος ἐπιτολὴν ἑσπερίαν ἄρξασθαι τοῦ πλοῦ, μήπω μὲν τῶν πνευμάτων οἰκείων ὄντων, τῶν δὲ βαρβάρων ἐπιχειρούντων αὐτοῖς καὶ ἐξελαυνόντων: καταθαρρῆσαι γὰρ ἀπελθόντος τοῦ βασιλέως καὶ ἐλευθεριάσαι. κρατερὸς δ᾽ ἀπὸ τοῦ Ὑδάσπου ἀρξάμενος δι᾽ Ἀραχωτῶν ᾔει καὶ Δραγγῶν εἰς Καρμανίαν. πολλὰ δ᾽ ἐταλαιπώρει Ἀλέξανδρος καθ᾽ ὅλην τὴν ὁδὸν διὰ λυπρᾶς ἰών: πόρρωθεν δ᾽ ὁμοίως ἐπεχορηγεῖτο μικρὰ καὶ σπάνια ὥστε λιμώττειν τὸ στράτευμα: καὶ τὰ ὑποζύγια ἐπέλιπε, καὶ τὰ σκεύη κατελείπετο ἐν ταῖς ὁδοῖς [p. 1006] καὶ τοῖς στρατοπέδοις: ἀπὸ δὲ τῶν φοινίκων ἦν σωτηρία τοῦ τε καρποῦ καὶ τοῦ ἐγκεφάλου. φασὶ δὲ φιλονεικῆσαι τὸν Ἀλέξανδρον καίπερ εἰδότα τὰς ἀπορίας πρὸς τὴν κατέχουσαν δόξαν, ὡς Σεμίραμις μὲν ἐξ Ἰνδῶν φεύγουσα σωθείη μετὰ ἀνδρῶν ὡς εἴκοσι, Κῦρος δὲ ἑπτά, εἰ δύναιτο αὐτὸς τοσοῦτο στράτευμα διασῶσαι διὰ τῆς αὐτῆς χώρας, νικῶν καὶ ταῦτα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Cross-references in notes to this page (1):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: