previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[9]

῾η δὲ τάξις τῶν ἐθνῶν τοιαύτη: παρὰ μὲν τὸν Ἰνδὸν οἱ Παροπαμισάδαι, ὧν ὑπέρκειται Παροπαμισὸς ὄρος, εἶτ᾽ Ἀραχωτοὶ πρὸς νότον, εἶτ᾽ ἐφεξῆς πρὸς νότον Γεδρωσηνοὶ σὺν τοῖς ἄλλοις τοῖς τὴν παραλίαν ἔχουσιν: ἅπασι δὲ παρὰ τὰ πλάτη τῶν χωρίων παράκειται Ἰνδός. * τούτων δ᾽ ἐκ μέρους τῶν παρὰ τὸν Ἰνδὸν ἔχουσί τινα Ἰνδοὶ πρότερον ὄντα Περσῶν, ἀφείλετο μὲν Ἀλέξανδρος τῶν Ἀριανῶν καὶ κατοικίας ἰδίας συνεστήσατο, ἔδωκε δὲ Σέλευκος Νικάτωρ Σανδροκόττῳ, συνθέμενος ἐπιγαμίαν καὶ ἀντιλαβὼν ἐλέφαντας πεντακοσίους. τοῖς Παροπαμισάδαις δὲ παράκεινται πρὸς τὴν ἑσπέραν Ἄριοι, τοῖς δὲ Ἀραχωτοῖς Δράγγαι καὶ τοῖς Γεδρωσίοις: οἱ δ᾽ Ἄριοι τοῖς Δράγγαις ἅμα καὶ πρὸς ἄρκτον παράκεινται καὶ πρὸς ἑσπέραν, ἐγκυκλούμενοι μικρά πως: δὲ Βακτριανὴ τῇ τε Ἀρίᾳ πρὸς ἄρκτον παράκειται καὶ τοῖς Παροπαμισάδαις, δι᾽ ὧνπερ Ἀλέξανδρος ὑπερέβαλε τὸν Καύκασον ἐλαύνων τὴν ἐπὶ Βάκτρων: πρὸς ἑσπέραν δὲ ἐφεξῆς εἰσι τοῖς Ἀρίοις Παρθυαῖοι καὶ τὰ περὶ τὰς Κασπίους πύλας: πρὸς νότον δὲ τούτοις ἔρημος τῆς Καρμανίας, εἶθ᾽ λοιπὴ Καρμανία καὶ Γεδρωσία.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: