previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[6]

῎εστι δὲ καὶ ἄλλα πλείω στενὰ διεκβάλλοντι τὰ ἐν τοῖς Οὐξίοις κατ᾽ αὐτὴν τὴν Περσίδα, καὶ αὐτὰ βίᾳ διῆλθεν Ἀλέξανδρος, κατά τε τὰς Περσικὰς πύλας καὶ κατ᾽ ἄλλους τόπους διεξιὼν τὴν χώραν, καὶ κατοπτεῦσαι σπεύδων τὰ κυριώτατα μέρη καὶ τὰ γαζοφυλάκια, τοσούτοις χρόνοις ἐξεπεπλήρωτο, οἷς ἐδασμολόγησαν Πέρσαι τὴν Ἀσίαν: ποταμοὺς δὲ διέβη πλείους τοὺς διαρρέοντας τὴν χώραν καὶ καταφερομένους εἰς τὸν [p. 1017] Περσικὸν κόλπον. μετὰ γὰρ τὸν Χοάσπην Κοπράτας ἐστὶ καὶ Πασίτιγρις, ὃς ἐκ τῆς Οὐξίας καὶ αὐτὸς ῥεῖ: ἔστι δὲ καὶ Κῦρος ποταμὸς διὰ τῆς κοίλης καλουμένης Περσίδος ῥέων περὶ Πασαργάδας, οὗ μετέλαβε τὸ ὄνομα βασιλεὺς ἀντὶ Ἀγραδάτου μετονομασθεὶς Κῦρος. πρὸς αὐτῇ δὲ τῇ Περσεπόλει τὸν Ἀράξην διέβη: ἦν δὲ Περσέπολις μετὰ Σοῦσα κάλλιστα κατεσκευασμένη μεγίστη πόλις, ἔχουσα βασίλεια ἐκπρεπῆ, καὶ μάλιστα τῇ πολυτελείᾳ τῶν κειμένων. ῥεῖ δ᾽ Ἀράξης ἐκ τῶν Παραιτακῶν: συμβάλλει δ᾽ εἰς αὐτὸν Μῆδος ἐκ Μηδίας ὁρμηθείς. φέρονται δὲ δι᾽ αὐλῶνος παμφόρου συνάπτοντος τῇ Καρμανίᾳ καὶ τοῖς ἑωθινοῖς μέρεσι τῆς χώρας, καθάπερ καὶ αὐτὴ Περσέπολις. ἐνέπρησε δὲ Ἀλέξανδρος τὰ ἐν Περσεπόλει βασίλεια τιμωρῶν τοῖς Ἕλλησιν, ὅτι κἀκείνων ἱερὰ καὶ πόλεις οἱ Πέρσαι πυρὶ καὶ σιδήρῳ διεπόρθησαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (2 total)
  • Cross-references in notes to this page (1):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: