previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[38]

πέφυκε γὰρ οὕτω καὶ κοινόν ἐστι τοῦτο καὶ τοῖς Ἕλλησι καὶ τοῖς βαρβάροις. πολιτικοὶ γὰρ ὄντες ἀπὸ προστάγματος κοινοῦ ζῶσιν: ἄλλως γὰρ οὐχ οἷόν τε τοὺς πολλοὺς ἕν τι καὶ ταὐτὸ ποιεῖν ἡρμοσμένως ἀλλήλοις, ὅπερ ἦν τὸ πολιτεύεσθαι, καὶ ἄλλως πως νέμειν βίον κοινόν. τὸ δὲ πρόσταγμα διττόν, γὰρ παρὰ θεῶν παρὰ ἀνθρώπων: καὶ οἵ γε ἀρχαῖοι τὸ παρὰ [p. 1063] τῶν θεῶν ἐπρέσβευον μᾶλλον καὶ ἐσέμνυνον, καὶ διὰ τοῦτο καὶ χρηστηριαζόμενος ἦν τότε πολὺς καὶ τρέχων εἰς μὲν Δωδώνην, ὅπωςἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσῃ,’ συμβούλῳ τῷ Διὶ χρώμενος, εἰς δὲ Δελφούςτὸν ἐκτεθέντα παῖδα μαστεύων μαθεῖν, εἰ μηκέτ᾽ εἴη,’ αὐτὸς δ᾽ παῖςἔστειχε τοὺς τεκόντας ἐκμαθεῖν θέλων πρὸς δῶμα Φοίβου.’ καὶ Μίνως παρὰ τοῖς Κρησὶνἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής,’ δι᾽ ἐννέα ἐτῶν, ὥς φησι Πλάτων, ἀναβαίνων ἐπὶ τὸ ἄντρον τοῦ Διὸς καὶ παρ᾽ ἐκείνου τὰ προστάγματα λαμβάνων καὶ παρακομίζων εἰς τοὺς ἀνθρώπους. τὰ δ᾽ ὅμοια ἐποίει καὶ Λυκοῦργος ζηλωτὴς αὐτοῦ: πυκνὰ γάρ, ὡς ἔοικεν, ἀποδημῶν ἐπυνθάνετο παρὰ τῆς Πυθίας προσῆκεν παραγγέλλειν τοῖς Λακεδαιμονίοις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: