previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[4]

῾η δὲ Σελευκὶς ἀρίστη μέν ἐστι τῶν λεχθεισῶν μερίδων, καλεῖται δὲ τετράπολις καὶ ἔστι κατὰ τὰς ἐξεχούσας ἐν αὐτῇ πόλεις, ἐπεὶ πλείους γέ εἰσι, μέγισται δὲ τέτταρες, Ἀντιόχεια ἐπὶ Δάφνῃ καὶ Σελεύκεια ἐν Πιερίᾳ καὶ Ἀπάμεια δὲ καὶ Λαοδίκεια, αἵπερ καὶ ἐλέγοντο ἀλλήλων ἀδελφαὶ διὰ τὴν ὁμόνοιαν, Σελεύκου τοῦ Νικάτορος κτίσματα: μὲν οὖν μεγίστη τοῦ πατρὸς αὐτοῦ ἐπώνυμος, δ᾽ ἐρυμνοτάτη αὐτοῦ, αἱ δ᾽ ἄλλαι μὲν Ἀπάμεια τῆς γυναικὸς αὐτοῦ Ἀπάμας, δὲ Λαοδίκεια τῆς μητρός. οἰκείως δὲ τῇ τετραπόλει καὶ εἰς σατραπείας διῄρητο τέτταρας Σελευκίς, ὥς φησι Ποσειδώνιος, εἰς ὅσας καὶ κοίλη Συρία, * εἰς μίαν δ᾽ Μεσοποταμία. ἔστι δ᾽ μὲν Ἀντιόχεια καὶ αὕτη τετράπολις, ἐκ τεττάρων συνεστῶσα μερῶν: τετείχισται δὲ καὶ κοινῷ τείχει καὶ ἰδίῳ καθ᾽ ἕκαστον τὸ κτίσμα: τὸ μὲν οὖν πρῶτον αὐτῶν Νικάτωρ συνῴκισε μεταγαγὼν ἐκ τῆς Ἀντιγονείας τοὺς οἰκήτορας, ἣν πλησίον ἐτείχισεν Ἀντίγονος Φιλίππου μικρὸν πρότερον, τὸ δὲ δεύτερον τοῦ πλήθους τῶν οἰκητόρων ἐστὶ κτίσμα, τὸ δὲ τρίτον Σελεύκου τοῦ Καλλινίκου, τὸ δὲ τέταρτον Ἀντιόχου τοῦ Ἐπιφανοῦς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: