previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[31]

᾿εγγὺς δὲ καὶ Μέμφις αὐτὴ τὸ βασίλειον τῶν Αἰγυπτίων: ἔστι γὰρ ἀπὸ τοῦ Δέλτα τρίσχοινον εἰς αὐτήν: ἔχει δὲ ἱερά, τό τε τοῦ Ἄπιδος ὅς ἐστιν αὐτὸς καὶ Ὄσιρις, ὅπου βοῦς Ἆπις ἐν σηκῷ τινι τρέφεται, θεὸς ὡς ἔφην νομιζόμενος, διάλευκος τὸ μέτωπον καὶ ἄλλα τινὰ μικρὰ τοῦ σώματος, τἆλλα δὲ μέλας: οἷς σημείοις ἀεὶ κρίνουσι τὸν ἐπιτήδειον εἰς τὴν διαδοχήν, ἀπογενομένου τοῦ τὴν τιμὴν ἔχοντος. ἔστι δ᾽ αὐλὴ προκειμένη τοῦ σηκοῦ, ἐν καὶ ἄλλος σηκὸς [p. 1126] τῆς μητρὸς τοῦ βοός: εἰς ταύτην δὲ τὴν αὐλὴν ἐξαφιᾶσι τὸν Ἆπιν καθ᾽ ὥραν τινὰ καὶ μάλιστα πρὸς ἐπίδειξιν τοῖς ξένοις: ὁρῶσι μὲν γὰρ καὶ διὰ θυρίδος ἐν τῷ σηκῷ, βούλονται δὲ καὶ ἔξω: ἀποσκιρτήσαντα δ᾽ ἐν αὐτῇ μικρὰ ἀναλαμβάνουσι πάλιν εἰς τὴν οἰκείαν στάσιν. τό τε δὴ τοῦ Ἄπιδός ἐστιν ἱερὸν παρακείμενον τῷ Ἡφαιστείῳ καὶ αὐτὸ τὸ Ἡφαίστειον πολυτελῶς κατεσκευασμένον ναοῦ τε μεγέθει καὶ τοῖς ἄλλοις. πρόκειται δ᾽ ἐν τῷ δρόμῳ καὶ μονόλιθος κολοσσός: ἔθος δ᾽ ἐστὶν ἐν τῷ δρόμῳ τούτῳ ταύρων ἀγῶνας συντελεῖσθαι πρὸς ἀλλήλους, οὓς ἐπίτηδες τρέφουσί τινες, ὥσπερ οἱ ἱπποτρόφοι: συμβάλλουσι γὰρ εἰς μάχην ἀφέντες, δὲ κρείττων νομισθεὶς ἄθλου τυγχάνει. ἔστι δ᾽ ἐν Μέμφει καὶ Ἀφροδίτης ἱερόν, θεᾶς Ἑλληνίδος νομιζομένης: τινὲς δὲ Σελήνης ἱερὸν εἶναί φασιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: