previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[35]

ταῦτα δὲ καὶ αὐτὸς ἑαυτῷ ἐπενέγκας ἀπολύεται φήσας, εἰ μὲν παρὰ μικρὰ διαστήματα ὑπῆρχεν ἔλεγχος, συγγνῶναι ἂν ἦν: ἐπειδὴ δὲ παρὰ χιλιάδας σταδίων φαίνεται διαπίπτων, οὐκ εἶναι συγγνωστά: καίτοι ἐκεῖνόν γε καὶ παρὰ τετρακοσίους σταδίους αἰσθητὰ ἀποφαίνεσθαι τὰ παραλλάγματα, ὡς ἐπὶ τοῦ δι᾽ Ἀθηνῶν παραλλήλου καὶ τοῦ διὰ Ῥόδου. ἔστι δὲ τὸ πρὸς αἴσθησιν οὐχ ἁπλοῦν, ἀλλὰ τὸ μὲν ἐν πλάτει μείζονι τὸ δ᾽ ἐν ἐλάττονι: μείζονι μέν, ἂν αὐτῷ τῷ ὀφθαλμῷ πιστεύωμεν καρποῖς κράσεσιν ἀέρων πρὸς τὴν τῶν κλιμάτων κρίσιν, ἐλάττονι δ᾽, ἂν δι᾽ ὀργάνων γνωμονικῶν διοπτρικῶν. μὲν οὖν δι᾽ Ἀθηνῶν παράλληλος γνωμονικῶς ληφθεὶς καὶ διὰ Ῥόδου καὶ Καρίας, εἰκότως ἐν σταδίοις τοσούτοις αἰσθητὴν ἐποίησε [p. 116] τὴν διαφοράν. δ᾽ ἐν πλάτει μὲν τρισχιλίων σταδίων, μήκει δὲ καὶ τετρακισμυρίων ὄρους, πελάγους δὲ τρισμυρίων λαμβάνων τὴν ἀπὸ δύσεως ἐπ᾽ ἰσημερινὰς ἀνατολὰς γραμμήν, καὶ τὰ ἐφ᾽ ἑκάτερον τὸ μέρος τὰ μὲν νότια ὀνομάζων τὰ δὲ βόρεια, καὶ ταῦτα πλινθία καλῶν καὶ σφραγῖδας, νοείσθω πῶς καὶ ταῦτα λέγει καὶ πλευρὰ τὰ μὲν ἀρκτικὰ τὰ δὲ νότια, καὶ πῶς τὰ μὲν ἑσπέρια τὰ δὲ ἑωθινά: καὶ τὸ μὲν παρὰ πολὺ διαμαρτανόμενον παρορῶν ὑπεχέτω λόγονδίκαιον γάρ), τὸ δὲ παρὰ μικρὸν οὐδὲ παριδὼν ἐλεγκτέος ἐστίν. ἐνταῦθα δ᾽ οὐδετέρως αὐτῷ προσάγεταί τις ἔλεγχος: οὔτε γὰρ τῶν ἐν τοσούτῳ πλάτει γεωμετρική τις δύναιτ᾽ ἂν εἶναι ἀπόδειξις, οὔτ᾽ ἐν οἷς ἐπιχειρεῖ γεωμετρεῖν ὁμολογουμένοις χρῆται λήμμασιν, ἀλλ᾽ ἑαυτῷ πλάσας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: