previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[17]

πλεῖστον δ᾽ θάλαττα γεωγραφεῖ καὶ σχηματίζει τὴν γῆν, κόλπους ἀπεργαζομένη καὶ πελάγη καὶ πορθμούς, ὁμοίως δὲ ἰσθμοὺς καὶ χερρονήσους καὶ ἄκρας: προσλαμβάνουσι δὲ ταύτῃ καὶ οἱ ποταμοὶ καὶ τὰ ὄρη. διὰ γὰρ τῶν τοιούτων ἤπειροί τε καὶ ἔθνη καὶ πόλεων θέσεις εὐφυεῖς ἐνενοήθησαν καὶ τἆλλα ποικίλματα, ὅσων μεστός ἐστιν χωρογραφικὸς πίναξ. ἐν δὲ τούτοις καὶ τὸ τῶν νήσων πλῆθός ἐστι κατεσπαρμένον ἔν τε τοῖς πελάγεσι καὶ κατὰ τὴν παραλίαν πᾶσαν. ἄλλων δ᾽ ἄλλας ἀρετάς τε καὶ κακίας καὶ τὰς ἀπ᾽ αὐτῶν χρείας ἐπιδεικνυμένων δυσχρηστίας, τὰς μὲν φύσει τὰς δὲ ἐκ κατασκευῆς, τὰς φύσει δεῖ λέγειν: διαμένουσι γάρ, [p. 162] αἱ δ᾽ ἐπίθετοι δέχονται μεταβολάς. καὶ τούτων δὲ τὰς πλείω χρόνον συμμένειν δυναμένας ἐμφανιστέον, ... μὴ πολὺ μέν, ἄλλως δ᾽ ἐπιφάνειαν ἐχούσας τινὰ καὶ δόξαν, πρὸς τὸν ὕστερον χρόνον παραμένουσα τρόπον τινὰ συμφυῆ τοῖς τόποις ποιεῖ καὶ μηκέτι οὖσαν κατασκευήν, ὥστε δῆλον ὅτι δεῖ καὶ τούτων μεμνῆσθαι. περὶ πολλῶν γάρ ἐστι πόλεων τοῦτ᾽ εἰπεῖν, ὅπερ εἶπε Δημοσθένης ἐπὶ τῶν περὶ Ὄλυνθον, ἃς οὕτως ἠφανίσθαι φησὶν ὥστε μηδ᾽ εἰ πώποτε ᾠκίσθησαν γνῶναι ἄν τινα ἐπελθόντα. ἀλλ᾽ ὅμως καὶ εἰς τούτους τοὺς τόπους καὶ εἰς ἄλλους ἀφικνοῦνται ἄσμενοι, τά γ᾽ ἴχνη ποθοῦντες ἰδεῖν τῶν οὕτω διωνομασμένων ἔργων, καθάπερ καὶ τοὺς τάφους τῶν ἐνδόξων ἀνδρῶν. οὕτω δὲ καὶ νομίμων καὶ πολιτειῶν μεμνήμεθα τῶν μηκέτι οὐσῶν, ἐνταῦθα καὶ τῆς ὠφελείας προκαλουμένης τὸν αὐτὸν τρόπον ὅνπερ καὶ ἐπὶ τῶν πράξεων: γὰρ ζήλου χάριν ἀποτροπῆς τῶν τοιούτων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: