previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[19]

εἴρηται δὲ ὅτι ἀρχὴ τοῦδε τοῦ κόλπου ἐστὶν κατὰ τὰς στήλας πορθμός: τὸ δὲ στενώτατον τούτου περὶ ἑβδομήκοντα σταδίους λέγεται: παραπλεύσαντι δὲ τὸν στενωπὸν ἑκατὸν καὶ εἴκοσι σταδίων ὄντα [p. 164] διάστασιν λαμβάνουσιν αἱ ᾐόνες ἀθρόαν, δ᾽ ἐν ἀριστερᾷ μᾶλλον: εἶτ᾽ ὄψις μεγάλου φαίνεται πελάγους. ὁρίζεται δ᾽ ἐκ μὲν τοῦ δεξιοῦ πλευροῦ τῇ Λιβυκῇ παραλίᾳ μέχρι Καρχηδόνος, ἐκ δὲ θατέρου τῇ τε Ἰβηρικῇ καὶ τῇ Κελτικῇ κατὰ Νάρβωνα καὶ Μασσαλίαν, καὶ μετὰ ταῦτα τῇ Λιγυστικῇ, τελευταίᾳ δὲ τῇ Ἰταλικῇ μέχρι τοῦ Σικελικοῦ πορθμοῦ. τὸ δ᾽ ἑῷον τοῦ πελάγους πλευρὸν Σικελία ἐστὶ καὶ οἱ ἑκατέρωθεν αὐτῆς πορθμοί, μὲν πρὸς τῇ Ἰταλίᾳ ἑπταστάδιος, δὲ πρὸς τῇ Καρχηδόνι χιλίων καὶ πεντακοσίων σταδίων. δ᾽ ἀπὸ τῶν στηλῶν ἐπὶ τὸ ἑπταστάδιον γραμμὴ μέρος μέν ἐστι τῆς ἐπὶ Ῥόδον καὶ τὸν Ταῦρον, μέσον δέ πως τέμνει τὸ λεχθὲν πέλαγος: λέγεται δὲ σταδίων μυρίων καὶ δισχιλίων: τοῦτο μὲν δὴ τὸ μῆκος τοῦ πελάγους, πλάτος δὲ τὸ μέγιστον ὅσον πεντακισχιλίων σταδίων τὸ ἀπὸ τοῦ Γαλατικοῦ κόλπου μεταξὺ Μασσαλίας καὶ Νάρβωνος ἐπὶ τὴν κατ᾽ ἀντικρὺ Λιβύην. καλοῦσι δὲ τὸ πρὸς τῇ Λιβύῃ πᾶν μέρος τῆς θαλάττης ταύτης Λιβυκὸν πέλαγος, τὸ δὲ πρὸς τῇ κατ᾽ ἀντικρὺ γῇ τὸ μὲν Ἰβηρικὸν τὸ δὲ Λιγυστικὸν τὸ δὲ Σαρδόνιον, τελευταῖον δὲ μέχρι τῆς Σικελίας τὸ Τυρρηνικόν. νῆσοι δ᾽ εἰσὶν ἐν μὲν τῇ παραλίᾳ τῇ κατὰ τὸ Τυρρηνικὸν πέλαγος μέχρι τῆς Λιγυστικῆς συχναί, μέγισται δὲ Σαρδὼ καὶ Κύρνος, μετά γε τὴν Σικελίαν: αὕτη δὲ καὶ τῶν ἄλλων ἐστὶ μεγίστη τῶν καθ᾽ ἡμᾶς καὶ ἀρίστη. πολὺ δὲ τούτων λειπόμεναι πελάγιαι μὲν Πανδατερία τε καὶ Ποντία, πρόσγειοι δὲ Αἰθαλία τε καὶ Πλανασία καὶ Πιθηκοῦσσα καὶ Προχύτη καὶ Καπρίαι καὶ Λευκωσία καὶ ἄλλαι τοιαῦται. ἐπὶ θάτερα δὲ τῆς Λιγυστικῆς αἱ πρὸ τῆς λοιπῆς ᾐόνος μέχρι στηλῶν οὐ πολλαί, ὧν εἰσιν τε Γυμνησία καὶ Ἔβυσος: οὐ πολλαὶ δ᾽ οὐδ᾽ αἱ πρὸ τῆς Λιβύης καὶ τῆς Σικελίας, ὧν εἰσι [p. 165] Κόσσουρά τε καὶ Αἰγίμουρος καὶ αἱ Λιπαραίων νῆσοι, ἃς Αἰόλου τινὲς προσαγορεύουσι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: