previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[33]

μετὰ δὲ τὴν Ἀσίαν ἐστὶν Λιβύη συνεχὴς οὖσα τῇ τε Αἰγύπτῳ καὶ τῇ Αἰθιοπίᾳ, τὴν μὲν καθ᾽ ἡμᾶς ᾐόνα ἐπ᾽ εὐθείας ἔχουσα, σχεδόν τι μέχρι στηλῶν ἀπὸ Ἀλεξανδρείας ἀρξαμένην, πλὴν τῶν Σύρτεων καὶ εἴ πού τις ἄλλη κόλπων ἐπιστροφὴ μετρία καὶ τῶν ταύτην ποιούντων ἀκρωτηρίων ἐξοχή: τὴν δὲ παρωκεανῖτιν ἀπὸ τῆς Αἰθιοπίας μέχρι τινός, ὡς ἂν παράλληλον οὖσαν τῇ προτέρᾳ, μετὰ δὲ ταῦτα συναγομένην ἀπὸ τῶν νοτίων μερῶν εἰς ὀξεῖαν ἄκραν, μικρὸν ἔξω στηλῶν προπεπτωκυῖαν καὶ ποιοῦσαν τραπέζιόν πως τὸ σχῆμα. ἔστι δ᾽, ὥσπερ οἵ τε ἄλλοι δηλοῦσι καὶ δὴ [p. 176] καὶ Γναῖος Πείσων ἡγεμὼν γενόμενος τῆς χώρας διηγεῖτο ἡμῖν, ἐοικυῖα παρδαλῇ: κατάστικτος γάρ ἐστιν οἰκήσεσι περιεχομέναις ἀνύδρῳ καὶ ἐρήμῳ γῇ: καλοῦσι δὲ τὰς τοιαύτας οἰκήσεις αὐάσεις οἱ Αἰγύπτιοι. τοιαύτη δὲ οὖσα ἔχει τινὰς ἄλλας διαφορὰς τριχῆ διαιρουμένας: τῆς μὲν γὰρ καθ᾽ ἡμᾶς παραλίας εὐδαίμων ἐστὶν πλείστη σφόδρα, καὶ μάλιστα Κυρηναία καὶ περὶ Καρχηδόνα μέχρι Μαυρουσίων καὶ τῶν Ἡρακλείων στηλῶν: οἰκεῖται δὲ μετρίως καὶ παρωκεανῖτις, δὲ μέση φαύλως τὸ σίλφιον φέρουσα, ἔρημος πλείστη καὶ τραχεῖα καὶ ἀμμώδης. τὸ δ᾽ αὐτὸ πέπονθε καὶ ἐπ᾽ εὐθείας ταύτῃ διά τε τῆς Αἰθιοπίας διήκουσα τῆς τε Τρωγλοδυτικῆς καὶ τῆς Ἀραβίας καὶ τῆς Γεδρωσίας τῆς τῶν Ἰχθυοφάγων. νέμεται δ᾽ ἔθνη τὴν Λιβύην τὰ πλεῖστα ἄγνωστα: οὐ πολλὴν γὰρ ἐφοδεύεσθαι συμβαίνει στρατοπέδοις οὐδ᾽ ἀλλοφύλοις ἀνδράσιν, οἱ δ᾽ ἐπιχώριοι καὶ ὀλίγοι παρ᾽ ἡμᾶς ἀφικνοῦνται πόρρωθεν, καὶ οὐ πιστὰ οὐδὲ πάντα λέγουσιν: ὅμως δ᾽ οὖν τὰ λεγόμενα τοιαῦτά ἐστι. τοὺς μὲν μεσημβρινωτάτους Αἰθίοπας προσαγορεύουσι, τοὺς δ᾽ ὑπὸ τούτοις τοὺς πλείστους Γαράμαντας καὶ Φαρουσίους καὶ Νιγρίτας, τοὺς δ᾽ ἔτι ὑπὸ τούτοις Γαιτούλους, τοὺς δὲ τῆς θαλάττης ἐγγὺς καὶ ἁπτομένους αὐτῆς πρὸς Αἰγύπτῳ μὲν Μαρμαρίδας μέχρι τῆς Κυρηναίας, ὑπὲρ δὲ ταύτης καὶ τῶν Σύρτεων Ψύλλους καὶ Νασαμῶνας καὶ τῶν Γαιτούλων τινάς, εἶτ᾽ Ἀσβύστας καὶ Βυζακίους μέχρι τῆς Καρχηδονίας. πολλὴ δ᾽ ἐστὶν Καρχηδονία: συνάπτουσι δ᾽ οἱ νομάδες αὐτῇ: τούτων δὲ τοὺς γνωριμωτάτους τοὺς μὲν Μασυλιεῖς τοὺς δὲ Μασαισυλίους προσαγορεύουσιν: ὕστατοι δ᾽ εἰσὶ Μαυρούσιοι. πᾶσα δ᾽ ἀπὸ Καρχηδόνος μέχρι στηλῶν ἐστιν εὐδαίμων, θηριοτρόφος δέ, ὥσπερ καὶ [p. 177] μεσόγαια πᾶσα. οὐκ ἀπεικὸς δὲ καὶ νομάδας λεχθῆναί τινας αὐτῶν, οὐ δυναμένους γεωργεῖν διὰ τὸ πλῆθος τῶν θηρίων τὸ παλαιόν: οἱ δὲ νῦν ἅμα τῇ ἐμπειρίᾳ τῆς θήρας διαφέροντες, καὶ τῶν Ῥωμαίων προσλαμβανόντων πρὸς τοῦτο διὰ τὴν σπουδὴν τὴν περὶ τὰς θηριομαχίας, ἀμφοτέρων περιγίνονται καὶ τῶν θηρίων καὶ τῆς γεωργίας. τοσαῦτα καὶ περὶ τῶν ἠπείρων λέγομεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: