previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[8]

῾ο μὲν οὖν Μασσαλιώτης Πυθέας τὰ περὶ Θούλην τὴν βορειοτάτην τῶν Βρεττανίδων ὕστατα λέγει, παρ᾽ οἷς αὐτός ἐστι τῷ ἀρκτικῷ θερινὸς τροπικὸς κύκλος: παρὰ δὲ τῶν ἄλλων οὐδὲν ἱστορῶ, οὔθ᾽ ὅτι Θούλη νῆσός ἐστί τις οὔτ᾽ εἰ τὰ μέχρι δεῦρο οἰκήσιμά [p. 153] ἐστιν, ὅπου θερινὸς τροπικὸς ἀρκτικὸς γίνεται. νομίζω δὲ πολὺ εἶναι νοτιώτερον τοῦτο τὸ τῆς οἰκουμένης πέρας τὸ προσάρκτιον: οἱ γὰρ νῦν ἱστοροῦντες περαιτέρω τῆς Ἰέρνης οὐδὲν ἔχουσι λέγειν, πρὸς ἄρκτον πρόκειται τῆς Βρεττανικῆς πλησίον, ἀγρίων τελέως ἀνθρώπων καὶ κακῶς οἰκούντων διὰ ψῦχος, ὥστ᾽ ἐνταῦθα νομίζω τὸ πέρας εἶναι θετέον. τοῦ δὲ παραλλήλου τοῦ διὰ Βυζαντίου διὰ Μασσαλίας πως ἰόντος, ὥς φησιν Ἵππαρχος πιστεύσας Πυθέᾳφησὶ γὰρ ἐν Βυζαντίῳ τὸν αὐτὸν εἶναι λόγον τοῦ γνώμονος πρὸς τὴν σκιάν, ὃν εἶπεν Πυθέας ἐν Μασσαλίᾳ), τοῦ δὲ διὰ Βορυσθένους ἀπὸ τούτου διέχοντος περὶ τρισχιλίους καὶ ὀκτακοσίους, εἴη ἂν ἐκ τοῦ διαστήματος τοῦ ἀπὸ Μασσαλίας ἐπὶ τὴν Βρεττανικὴν ἐνταῦθά που πίπτων διὰ τοῦ Βορυσθένους κύκλος. πανταχοῦ1 δὲ παρακρουόμενος τοὺς ἀνθρώπους Πυθέας κἀνταῦθά που διέψευσται: τὸ μὲν γὰρ τὴν ἀπὸ στηλῶν γραμμὴν ἐπὶ τοὺς περὶ τὸν πορθμὸν καὶ Ἀθήνας καὶ Ῥόδον τόπους ἐπὶ τοῦ αὐτοῦ παραλλήλου κεῖσθαι ὡμολόγηται παρὰ πολλῶν: ὁμολογεῖται δὲ ὅτι καὶ διὰ μέσου πως τοῦ πελάγους ἐστὶν ἀπὸ στηλῶν ἐπὶ τὸν πορθμόν. οἱ δὲ πλέοντες τὸ μέγιστον δίαρμα ἀπὸ τῆς Κελτικῆς ἐπὶ τὴν Λιβύην εἶναι τὸ ἀπὸ τοῦ Γαλατικοῦ κόλπου σταδίων πεντακισχιλίων, τοῦτο δ᾽ εἶναι καὶ τὸ μέγιστον πλάτος τοῦ πελάγους, ὥστ᾽ εἴη ἂν τὸ ἀπὸ τῆς λεχθείσης γραμμῆς ἐπὶ τὸν μυχὸν τοῦ κόλπου σταδίων δισχιλίων πεντακοσίων, ἐπὶ δὲ Μασσαλίαν ἐλαττόνων: νοτιωτέρα γάρ ἐστιν Μασσαλία τοῦ μυχοῦ τοῦ κόλπου. τὸ δέ γε ἀπὸ τῆς Ῥοδίας ἐπὶ τὸ Βυζάντιον ἐστὶ τετρακισχιλίων που καὶ ἐνακοσίων σταδίων, ὥστε πολὺ [p. 154] ἀρκτικώτερος ἂν εἴη διὰ Βυζαντίου τοῦ διὰ Μασσαλίας. τὸ δ᾽ ἐκεῖθεν ἐπὶ τὴν Βρεττανικὴν δύναται συμφωνεῖν τῷ ἀπὸ Βυζαντίου ἐπὶ Βορυσθένη: τὸ δ᾽ ἐκεῖθεν ἐπὶ τὴν Ἰέρνην οὐκέτι γνώριμον πόσον ἄν τις θείη, οὐδ᾽ εἰ περαιτέρω ἔτι οἰκήσιμά ἐστιν, οὐδὲ δεῖ φροντίζειν τοῖς ἐπάνω λεχθεῖσι προσέχοντας: πρός τε γὰρ ἐπιστήμην ἀρκεῖ τὸ λαβεῖν, καθάπερ ἐπὶ τῶν νοτίων μερῶν, ὅτι ὑπὲρ Μερόης μέχρι τρισχιλίων σταδίων προελθόντι τῆς οἰκησίμου τίθεσθαι πέρας προσῆκενοὐχ ὡς ἂν τούτου ἀκριβεστάτου πέρατος ὄντος, ἀλλ᾽ ἐγγύς γε τἀκριβοῦς), οὕτω κἀκεῖ τοὺς ὑπὲρ τῆς Βρεττανικῆς οὐ πλείους τούτων θετέον μικρῷ πλείους, οἷον τετρακισχιλίους. πρός τε τὰς ἡγεμονικὰς χρείας οὐδὲν ἂν εἴη πλεονέκτημα τὰς τοιαύτας γνωρίζειν χώρας καὶ τοὺς ἐνοικοῦντας, καὶ μάλιστα εἰ νήσους οἰκοῖεν τοιαύτας, αἳ μήτε λυπεῖν μήτ᾽ ὠφελεῖν ἡμᾶς δύνανται μηδὲν διὰ τὸ ἀνεπίπλεκτον: καὶ γὰρ τὴν Βρεττανικὴν ἔχειν δυνάμενοι Ῥωμαῖοι κατεφρόνησαν, ὁρῶντες ὅτι οὔτε φόβος ἐξ αὐτῶν οὐδὲ εἷς ἐστινοὐ γὰρ ἰσχύουσι τοσοῦτον ὥστ᾽ ἐπιδιαβαίνειν ἡμῖνοὔτ᾽ ὠφέλεια τοσαύτη τις, εἰ κατάσχοιεν. πλέον γὰρ ἐκ τῶν τελῶν δοκεῖ προσφέρεσθαι νῦν φόρος δύναται συντελεῖν, ἀφαιρουμένης τῆς εἰς τὸ στρατιωτικὸν δαπάνης τὸ φρουρῆσον καὶ φορολογῆσον τὴν νῆσον: πολὺ δ᾽ ἂν ἐπιγένοιτο τὸ ἄχρηστον ἐπὶ τῶν ἄλλων τῶν περὶ ταύτην νήσων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: