previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[3]

τὴν δ᾽ ἐπὶ τῷ Ῥήνῳ πρῶτοι τῶν ἁπάντων οἰκοῦσιν Ἐλουήττιοι, παρ᾽ οἷς εἰσιν αἱ πηγαὶ τοῦ ποταμοῦ ἐν τῷ Ἀδούλᾳ ὄρει. τοῦτο δ᾽ ἐστὶ μέρος τῶν Ἄλπεων, ὅθεν καὶ Ἀδούας εἰς τἀναντία μέρη ῥεῖ τὰ πρὸς τὴν ἐντὸς Κελτικὴν καὶ πληροῖ τὴν Λάριον λίμνην, πρὸς ἔκτισται τὸ Κῶμον, εἶτ᾽ ἐνθένδε εἰς τὸν Πάδον συμβάλλει, περὶ ὧν ὕστερον ἐροῦμεν. καὶ Ῥῆνος δὲ εἰς ἕλη μεγάλα καὶ λίμνην ἀναχεῖται μεγάλην, ἧς ἐφάπτονται καὶ Ῥαιτοὶ καὶ Ὀυινδολικοὶ τῶν Ἀλπείων τινὲς καὶ τῶν ὑπεραλπείων. φησὶ δὲ τὸ μῆκος αὐτοῦ σταδίων ἑξακισχιλίων Ἀσίνιος, οὐκ ἔστι δέ: ἀλλ᾽ ἐπ᾽ εὐθείας μὲν τοῦ ἡμίσους ὀλίγον ἂν ὑπερβάλλοι, τοῖς δὲ σκολιώμασι καὶ χίλιοι προστεθέντες ἱκανῶς ἂν ἔχοιεν: καὶ γὰρ ὀξύς ἐστι, διὰ τοῦτο δὲ καὶ δυσγεφύρωτος καὶ διὰ πεδίων ὕπτιος φέρεται τὸ λοιπὸν καταβὰς ἀπὸ τῶν ὀρῶν: πῶς οὖν οἷόν τε μένειν ὀξὺν καὶ βίαιον, εἰ τῷ ὑπτιασμῷ προσδοίημεν καὶ σκολιότητας πολλὰς καὶ μακράς; φησὶ δὲ καὶ δίστομον εἶναι μεμψάμενος τοὺς πλείω λέγοντας: ἐγκυκλοῦνται μὲν δή τινα χώραν ταῖς σκολιότησι καὶ οὗτος καὶ Σηκοάνας, οὐ τοσαύτην δέ. ἀμφότεροι δὲ ῥέουσιν ἐπὶ τὰς ἄρκτους ἀπὸ τῶν νοτίων μερῶν: πρόκειται δ᾽ αὐτῶν Βρεττανική, τοῦ μὲν Ῥήνου καὶ ἐγγύθεν ὥστε καθορᾶσθαι τὸ Κάντιον, ὅπερ ἐστὶ τὸ ἑῷον ἄκρον τῆς νήσου, τοῦ δὲ Σηκοάνα μικρὸν ἀπωτέρω: ἐνταῦθα δὲ καὶ τὸ ναυπήγιον συνεστήσατο Καῖσαρ θεὸς πλέων εἰς τὴν Βρεττανικήν. τοῦ δὲ Σηκοάνα τὸ πλεόμενον ὑπὸ τῶν ἐκ τοῦ Ἄραρος δεχομένων τὰ φορτία μικρῷ πλέον ἐστὶν τὸ τοῦ Λίγηρος καὶ τὸ τοῦ Γαρούνα: τὸ δὲ ἀπὸ Λουγδούνου μέχρι [p. 264] τοῦ Σηκοάνα χιλίων σταδίων ἐστίν, ἔλαττον δ᾽ διπλάσιον τούτου τὸ ἀπὸ τῶν εἰσβολῶν τοῦ Ῥοδανοῦ μέχρι Λουγδούνου. φασὶ δὲ καὶ πολυχρύσους τοὺς Ἐλουηττίους, μηδὲν μέντοι ἧττον ἐπὶ λῃστείαν τραπέσθαι τὰς τῶν Κίμβρων εὐπορίας ἰδόντας: ἀφανισθῆναι δ᾽ αὐτῶν τὰ δύο φῦλα τριῶν ὄντων κατὰ στρατείας. ὅμως δ᾽ ἐκ τῶν λοιπῶν1 τὸ τῶν ἐπιγόνων πλῆθος ἐδήλωσεν πρὸς Καίσαρα τὸν θεὸν πόλεμος, ἐν περὶ τετταράκοντα μυριάδες σωμάτων διεφθάρησαν, τοὺς δὲ λοιποὺς σώζεσθαι μεθῆκεν εἰς ὀκτακισχιλίους, ὅπως μὴ τοῖς Γερμανοῖς ὁμόροις οὖσιν ἔρημον τὴν χώραν ἀφῇ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: