previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[6]

τῶν δὲ Ὀυολατερρανῶν μὲν χώρα κλύζεται τῇ θαλάττῃ, τὸ δὲ κτίσμα ἐν φάραγγι βαθείᾳ λόφος ἐστὶν ὑψηλὸς περίκρημνος πάντη τὴν κορυφὴν ἐπίπεδος, ἐφ᾽ ἵδρυται τὸ τεῖχος τῆς πόλεως. δ᾽ ἐπ᾽ αὐτὴν [p. 306] ἀνάβασις πεντεκαίδεκα σταδίων ἐστὶν ἀπὸ τῆς βάσεως, ὀξεῖα πᾶσα καὶ χαλεπή. ἐνταῦθα συνέστησαν τινὲς τῶν Τυρρηνῶν καὶ τῶν προγεγραμμένων ὑπὸ Σύλλα: πληρώσαντες δὲ τέτταρα τάγματα στρατιᾶς διετῆ χρόνον ἐπολιορκήθησαν, εἶθ᾽ ὑπόσπονδοι παρεχώρησαν τοῦ τόπου. τὸ δὲ Ποπλώνιον ἐπ᾽ ἄκρας ὑψηλῆς ἵδρυται κατερρωγυίας εἰς τὴν θάλατταν καὶ χερρονησιζούσης, πολιορκίαν καὶ αὐτὸ δεδεγμένον περὶ τοὺς αὐτοὺς καιρούς. τὸ μὲν οὖν πολίχνιον πᾶν ἔρημόν ἐστι πλὴν τῶν ἱερῶν καὶ κατοικιῶν ὀλίγων, τὸ δ᾽ ἐπίνειον οἰκεῖται βέλτιον, πρὸς τῇ ῥίζῃ τοῦ ὄρους λιμένιον ἔχον καὶ νεωσοίκους δύο: καὶ δοκεῖ μοι μόνη τῶν Τυρρηνίδων τῶν παλαιῶν αὕτη πόλεων ἐπ᾽ αὐτῇ τῇ θαλάττῃ ἱδρῦσθαι: αἴτιον δ᾽ ἐστὶ τὸ τῆς χώρας ἀλίμενον: διόπερ παντάπασιν ἔφευγον οἱ κτίσται τὴν θάλατταν προεβάλλοντο ἐρύματα πρὸ αὐτῆς, ὥστε μὴ λάφυρον ἕτοιμον ἐκκεῖσθαι τοῖς ἐπιπλεύσασιν. ἔστι δὲ καὶ θυννοσκοπεῖον ὑπὸ τῇ ἄκρᾳ. κατοπτεύεται δ᾽ ἀπὸ τῆς πόλεως πόρρωθεν μὲν καὶ μόλις Σαρδώ, ἐγγυτέρω δ᾽ Κύρνος ἑξήκοντά πως διέχουσα τῆς Σαρδόνος σταδίους, πολὺ δὲ μᾶλλον τούτων Αἰθαλία, προσεχεστέρα τῇ ἠπείρῳ ἐστὶν ὅσον τριακοσίους διέχουσα σταδίους, ὅσους καὶ τῆς Κύρνου διέχει. ἄριστον δ᾽ ἀφετήριον τοῦτο τὸ χωρίον ἐστὶν ἐπὶ τὰς τρεῖς τὰς λεχθείσας νήσους. εἴδομεν δὲ καὶ ταύτας ἡμεῖς ἀναβάντες ἐπὶ τὸ Ποπλώνιον καὶ μέταλλά τινα ἐν τῇ χώρᾳ ἐκλελειμμένα. εἴδομεν δὲ καὶ τοὺς ἐργαζομένους τὸν σίδηρον τὸν ἐκ τῆς Αἰθαλίας κομιζόμενον: οὐ γὰρ δύναται συλλιπαίνεσθαι καμινευόμενος ἐν τῇ νήσῳ, κομίζεται δ᾽ εὐθὺς ἐκ τῶν μετάλλων εἰς τὴν ἤπειρον. τοῦτό τε δὴ παράδοξον νῆσος ἔχει καὶ τὸ τὰ ὀρύγματα ἀναπληροῦσθαι πάλιν τῷ χρόνῳ τὰ μεταλλευθέντα, [p. 307] καθάπερ τοὺς πλαταμῶνάς φασι τοὺς ἐν Ῥόδῳ καὶ τὴν ἐν Πάρῳ πέτραν τὴν μάρμαρον καὶ τὰς ἐν Ἰνδοῖς ἅλας, ἅς φησι Κλείταρχος. οὔτ᾽ οὖν Ἐρατοσθένης ὀρθῶς φήσας μὴ καθορᾶσθαι μήτε τὴν Κύρνον ἐκ τῆς ἠπείρου μήτε τὴν Σαρδόνα, οὔτ᾽ Ἀρτεμίδωρος φήσας ἐν χιλίοις εἶναι καὶ διακοσίοις σταδίοις πελαγίας ἀμφοτέρας. καὶ γὰρ εἴ τισιν, ἡμῖν γε οὐκ ἂν ὑπῆρξαν ὁραταὶ ἐπὶ τοσοῦτον ἐφ᾽ ὅσον σαφεῖς ἑωρῶντο, καὶ μάλιστα Κύρνος. ἔστι δὲ κατὰ τὴν Αἰθαλίαν λιμὴν Ἀργῷος ἀπὸ τῆς Ἀργοῦς, ὥς φασιν. ἐκεῖσε γὰρ πλεῦσαι τὴν τῆς Κίρκης οἴκησιν ζητοῦντα τὸν Ἰάσονα, τῆς Μηδείας ἐθελούσης ἰδεῖν τὴν θεάν: καὶ δὴ καὶ τῶν ἀποστλεγγισμάτων παγέντων, ἐποίουν οἱ Ἀργοναῦται, διαμένειν ἔτι καὶ νῦν διαποικίλους τὰς ἐπὶ τῆς ᾐόνος ψήφους. αἱ δὲ τοιαῦται μυθοποιίαι τεκμήρια τῶν λεγομένων ὑφ᾽ ἡμῶν εἰσίν, ὅτι οὐ πάντα Ὅμηρος αὐτὸς ἔπλαττεν, ἀλλ᾽ ἀκούων θρυλουμένων τῶν τοιούτων πολλῶν αὐτὸς προσετίθει μήκη διαστημάτων καὶ ἐκτοπισμῶν: καὶ καθάπερ τὸν Ὀδυσσέα εἰς τὸν ὠκεανὸν ἐξέβαλε, παραπλησίως καὶ τὸν Ἰάσονα, γενομένης καὶ τούτῳ πλάνης τινὸς κἀκείνῳ, καθάπερ καὶ Μενελάῳ. περὶ μὲν οὖν τῆς Αἰθαλίας τοσαῦτα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: